Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Παραπλήσιον δέ πως τοῖς ἐπὶ Ἀρείου, καὶ ἐπὶ τούτοις συμβέβηκε: τὸ γὰρ τῇδε πλῆθος τοὺς δηλωθέντας μοναχοὺς τῆς ἀρετῆς τῶν ἔργων ἐκθαυμάζον, ὀρθῶς αὐτοὺς δοξάζειν ἐπίστευε: καὶ τοὺς ἄλλως φρονοῦντας, οἷά γε μὴ καθαρεύοντας, νόθων δογμάτων ἀπεστρέφοντο: ὥσπερ Αἰγύπτιοι τοῖς παῤ αὐτοῖς μοναχοῖς ἑπόμενοι, ἐναντίως εἶχον πρὸς τοὺς Ἀρείου.

621

Περὶ τῶν κατὰ τοὺς καιροὺς ἐκείνους ἀκμασάντων ἁγίων ἀνδρῶν ἐν Αἰγύπτῳ, Ἰωάννου, Ὤρ, Ἀμὼν, Βήνου, Θεωνᾶ, Κόπρου, Ἑλλῆ, Ἠλία, Ἀπελλοῦ, Ἰσιδώρου, Σεραπίωνος, Διοσκόρου, καὶ Εὐλογίου.

Εἰς καιρὸν δέ μοι δοκεῖ, ἐπιμνησθέντα τῶν τότε ἐν Χριστιανισμῷ φιλοσοφούντων, ὅσους ἂν δυναίμην διεξελθεῖν. Πλείστη γὰρ κατ̓ ἐκεῖνο καιροῦ φορὰ θεοφιλῶν ἀνδρῶν ἐπήνθει. Διέπρεπε δὲ κατὰ τούτους ὧν ἴσμεν ἐν Αἰγύπτῳ Ἰωάννης, ᾧ τὸ μέλλον καὶ ἄλλοις ἄδηλον ὁ Θεὸς ἐδήλωσεν, οὐχ ἧττον ἢ τοῖς πάλαι προφήταις: καὶ δῶρον ἔδωκεν ἰᾶσθαι τοὺς ἀνιάτοις πάθεσι καὶ νόσοις κάμνοντας.

Καὶ Ὢρ, ὃς ἐκ νέου διέτριβεν ἐν ἐρήμοις, ἀεὶ τὸ θεῖον ὑμνῶν. Ἐτρέφετο δὲ βοτάναις καὶ ῥίζαις τισίν: ὕδωρ δὲ ἔπινεν εἴ πη εὗρεν. Ἐπεὶ δὲ γέρων ἦν, κατὰ θείαν πρόσταξιν μετοικισθεὶς εἰς Θηβαΐδα, πλείστων ἡγεῖτο μοναστηρίων, οὐδ̓ αὐτὸς θείων πράξεων ἀμοιρῶν. Μόνον γὰρ εὐχόμενος, νόσους καὶ δαίμονας ἤλαυνε.

622
Καὶ γράμματα μὴ μαθὼν, οὐκ ἐδεῖτο βιβλίων εἰς ἀνάμνησιν: ἀλλὰ πᾶν ὅπερ ἔλαβεν εἰς νοῦν, κρεῖττον λήθης ἐτύγχανε.

Περὶ δὲ τοῦτο τὸ κλίμα, ἐφιλοσόφει καὶ Ἀμμὼν, ὁ τῶν καλουμένων Ταβεννησιωτῶν ἡγούμενος, ἀμφὶ τρισχιλίους μαθητὰς ἔχων: καὶ Βῆνος δὲ καὶ Θεωνᾶς μοναχικῶν ἡγοῦντο ταγμάτων, καὶ θείας προγνώσεως καὶ προφητείας ἔμπλεω. Λέγεται δὲ καὶ Θεωνᾶν μὲν ἵστορα ὄντα τῆς Αἰγυπτίων καὶ Ἑλλήνων καὶ Ῥωμαίων παιδεύσεως, ἐπὶ τριάκοντα ἔτεσι σιωπὴν ἀσκῆσαι. Βῆνον δὲ, παῤ οὐδενὸς θεαθῆναι ὀργιζόμενον, ἢ ὀμνύοντα, ἢ ψευδόμενον, ἢ εἰκαῖον, ἢ θρασὺν, ἢ ὠλιγωρημένον εἰπόντα λόγον.

Περὶ τοῦτον τὸν χρόνον, ἐγένετο Κόπρης τε καὶ Ἑλλῆς, καὶ Ἠλίας. Φασὶ δὲ Κόπρη μὲν δωρηθῆναι θεόθεν ἰάσεις παθῶν, καὶ νοσημάτων ποικίλων, καὶ δαιμόνων κρατεῖν.

Ἑλλῆν δὲ παιδευόμενον ἐκ νέου τὴν μοναχικὴν ἀγωγὴν, πλεῖστα παραδοξοποιεῖν: ὡς καὶ πῦρ ἐν τῷ κόλπῳ κομίζειν, καὶ μὴ καίειν τὴν

623
ἐσθῆτα. καὶ τούτῳ παροτρύνειν τοὺς συμμονάζοντας, ὡς τῇ ἀγαθῇ πολιτείᾳ καὶ τῆς ἐπιδείξεως τῶν παραδόξων ἑπομένης.

Ἠλίας δὲ, τότε μὲν οὐ πόρρω τῆς Ἀντινόου πόλεως ἐφιλοσόφει, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἄγων ἐνιαυτούς. Πρὸ τούτου δὲ ἔλεγεν ἐπὶ ἑβδομήκοντα ἔτεσι μόνος ἐρημίαν οἰκῆσαι: ἐπὶ τοσοῦτον δὲ γηραλέος γεγονὼς,

διετέλεσε νηστεύων καὶ ἀνδρείως πολιτευόμενος. Ἐπὶ τούτοις καὶ Ἀπελλῆς τηνικάδε διέπρεπε περὶ Ἄχωριν, ἐν τοῖς κατ̓ Αἴγυπτον μοναστηρίοις πλεῖστα θαυματουργῶν. Ὅν ποτε χαλκεύοντα, τοῦτο γὰρ ἐπετήδευε, νύκτωρ φάσμα δαίμονος, ὡς γυνὴ εὐπρεπὴς, εἰς σωφροσύνην ἐπείρα. Ὁ δὲ, σίδηρον ὃν εἰργάζετο ἐκ τοῦ πυρὸς ἐξερύσας, κατέφλεξε τοῦ δαιμονίου τὸ πρόσωπον: τὸ δὲ, τετριγὸς καὶ ὀλοφυρόμενον ἀπέδρασεν.