Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κωνσταντίου δὲ τελευτήσαντος, εἰς δέος διωγμῶν ἡ ἐκκλησία καθίστατο: καὶ φοβερωτέραν τῆς πείρας τὴν προσδοκίαν ἐποιεῖτο τοῖς Χριστιανοῖς, ὅ τε διὰ μέσου πολὺς χρόνος, ἀήθεις αὐτοὺς καταστήσας τῶν τοιούτων κινδύνων, καὶ τῶν πάλαι τιμωριῶν ἡ ἀνάμνησις,

καὶ τὸ τοῦ κρατοῦντος περὶ τὸ δόγμα μῖσος. Λέγεται γὰρ εὐθὺς περιφανῶς οὕτως ἀνέδην ἀπαρνήσασθαι τὴν εἰς Χριστὸν πίστιν, ὡς θυσίαις τισὶ

432
καὶ ἐπικλήσεσιν, ἃς ἀποτροπαίους Ἕλληνες καλοῦσι, καὶ αἵματι σφαγίων τὴν καθ̓ ἡμᾶς βάπτισιν ἀπονίψασθαι, τῇ μυήσει τῆς ἐκκλησίας ἀποταξάμενον: καὶ τὸ ἐξ ἐκείνου, ἰδίᾳ τε καὶ δημοσίᾳ ἐντόμοις, καὶ ἱερείοις, καὶ τοῖς ὅσα θέμις ἐστὶν Ἕλλησι, χρῆσθαι.

Ποτὲ γοῦν αὐτῷ θεωμένῳ, λόγος ἀναδειχθῆναι σταυροῦ σημεῖον ἐν τοῖς σπλάγχνοις στεφάνῳ κυκλούμενον: καὶ τοὺς μὲν ἄλλους κοινωνοὺς τῆς μαντείας εἰς δέος ἐμβαλεῖν, συμβάλλοντας ἐντεῦθεν τὴν μετὰ ταῦτα τῆς θρησκείας ἰσχὺν, καὶ τοῦ δόγματος τὸ ἀΐδιον: καθότι ὁ στέφανος ᾧ περιείληπτο, νίκης τε σημαντικόν ἐστι: καὶ τῇ περιόδῳ τοῦ κύκλου, πάντοθεν ἀρχόμενος, καὶ εἰς ἑαυτὸν λήγων, οὐδαμοῦ περαιοῦται.

Ὅ γε μὴν ἀρχηγὸς τῆς περὶ ταῦτα διαγνώσεως, θαρρεῖν ἐκέλευσεν, ὡς αἰσίων κατὰ γνώμην αὐτοῖς τῶν σφαγίων ἀναδεικνυμένων, καὶ περικλειόντων τὸ τοῦ δόγματος σύμβολον, καὶ εἰς ταυτὸν συνωθούντων, ὥστε μὴ πλατύνεσθαι, καὶ ἀδεῶς χωρεῖν ἐφ̓

433
οὓς βούλεται, ὅρον ἔχοντα τὴν τοῦ κύκλου περιγραφήν.