Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ̓ αὐτὸν Ἰουλιανὸν, καταλιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο: ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος, ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ

430
Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ: ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς: ἐξ ὧν τρισκαίδεκα σὺν τῷ πατρὶ ἐβασίλευσε, πέντε δὲ καὶ εἴκοσι μετ̓ ἐκεῖνον.

Ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν Ἰουλιανὸς ἤδη τὸν Θρᾷκην εἶχεν. Οὐκ εἰς μακρὰν δὲ εἰς τὴν Κωνσταντινούπολιν ἐλθὼν,

αὐτοκράτωρ ἀνηγορεύθη. Οἱ δὲ Ἕλληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν, μαντικοὶ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες, καὶ τὴν τῶν πραγμάτων μεταβολήν. Ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας γευσάμενον.

Εὔηθες γὰρ οἶμαι λέγειν, ὡς διὰ τῆς μαντικῆς προϊδὼν τὴν αὐτόματον Κωνσταντίου τελευτὴν, καὶ τὴν αὐτοῦ παρὰ Πέρσαις σφαγὴν, ἑκοντὴς εἰς προὖπτον ἥλατο θάνατον: αὐτῷ μὲν, οὐδὲν ὅτι μὴ ἀβουλίας καὶ ἀμαθοῦς στρατηγίας προσάψαντα δόξαν παρὰ πολλοῖς:

431
τῇ δὲ Ῥωμαίων ὑπηκόῳ τοσοῦτον ἐπαγαγόντα κίνδυνον, ὡς μικροῦ πᾶσαν, ἢ τὸ πλεῖστον αὐτῆς, κινδυνεῦσαι ὑπὸ Πέρσαις γενέσθαι. Ἀλλὰ ταῦτα μὲν, ἵνα μὴ παραλελεῖφθαι δόξῃ, ὧδε εἰρήσθω ἡμῖν, καὶ ὅπῃ ἕκαστος βούλεται, ταύτῃ ἡγείσθω.