Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ταῦτα διανοούμενος, ἐσπούδαζε τοὺς Ἑλληνιστὰς προσεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν. Ἀλλ̓ ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ̓ αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τὴν τῶν εἰρημένων ἀπόδειξιν. Γράφει γὰρ ὧδε.

Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας ἐπιστολὴ Ἰουλιανοῦ βασιλέως. Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον, ἡμῶν ἕνεκα

491
τῶν μετιόντων αὐτόν. Τὰ γὰρ τῶν Θεῶν, λαμπρὰ καὶ μεγάλα, κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος: ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια: τὴν γὰρ ἐν ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν, οὐδὲ εὔξασθαι τὶς ὀλίγῳ πρότερον ἐτόλμα.

Τί οὗν ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν; οὐδὲ ἀποβλέπομεν, ὃ μάλιστα τὴν ἀθεότητα συνηύξησεν, ἡ περὶ τοὺς ξένους φιλανθρωπία, καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια, καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον.

Ὧν ἕκαστον οἴομαι χρῆναι παῤ ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. Καὶ οὐκ ἀπόχρη τό σε μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς. Οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους, ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλὰ ἀνέχοιντο τῶν οἰκετῶν, ἢ υἱέων, ἢ τῶν

492
Γαλιλαίων γαμετῶν, ἀσεβούντων μὲν εἰς τοὺς Θεοὺς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων.

Ἔπειτα παραίνεσον ἱερέα, μήτε θεάτρῳ παραβάλλειν, μήτε ἐν καπηλείῳ πίνειν, ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι: καὶ τοὺς μὲν πειθομένους τίμα: τοὺς δὲ ἀπειθοῦντας ἐξώθει.

Ξενοδοχεῖα καθ̓ ἑκάστην πόλιν κατάστησον πυκνὰ, ἵν̓ ἀπολαύσωσιν οἱ ξένοι τῆς παῤ ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅστις ἂν δεηθῇ χρημάτων.

Ὅθεν δὲ εὐπορήσεις, ἐπινενόηταί μοι τέως. Ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου, καὶ ἑξακισμυρίους οἴνου ξέστας: ὧν τὸ πέμπτον μὲν εἰς τοὺς πένητας, τοὺς τοῖς ἱερεῦσιν ὑπηρετουμένους, ἀναλίσκεσθαι φημὶ χρῆναι: τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέμεσθαι παῤ ἡμῶν.

Αἰσχρὸν γὰρ, εἰ τῶν μὲν Ἰουδαίων οὐδεὶς μεταιτεῖ: τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν, καὶ τοὺς ἡμετέρους: οἱ δὲ ἡμέτεροι, τῆς παῤ ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνονται.