Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Δίδασκε δὲ καὶ συνεισφέρειν τοὺς Ἑλληνιστὰς

493
εἰς τὰς τοιαύτας λειτουργίας, καὶ τὰς Ἑλληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν: καὶ τοὺς Ἑλληνικοὺς ταῖς τοιαύταις εὐποιΐαις προέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργον. Ὅμηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα, Ξεῖν̓, οὔ μοι θέμις ἔστ̓, οὔτ̓ εἰ κακίων σέθεν ἔλθοι, Ξεῖνον ἀτιμάσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες Ξεῖνοί τε πτωχοί τε: δόσις δ̓ ὀλίγη τε φίλη τε. Μηδὲ τὰ παῤ ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις συγχωροῦντες, αὐτοὶ τῇ ῥαθυμίᾳ καταισχύνοιμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς Θεοὺς εὐλάβειαν.

Εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης. ἔσομαι. Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα: τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. Εἰσιοῦσι δὲ εἰς τὴν πόλιν, ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων: ἀλλ̓ ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. Ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης:

ἑπέσθω δὲ ὁ βουλόμενος: ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους, καὶ γέγονεν ἰδιώτης. Ἄρχεις γὰρ αὐτὸς, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος

494
ταῦτα ἀπαιτεῖ θεσμός. Καὶ οἱ μὲν πειθόμενοι, κατὰ ἀλήθειαν εἰσὶ θεοσεβεῖς: οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου, δοξοκόποι εἰσὶ καὶ κενόδοξοι.

Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεω καταστήσουσιν ἑαυτοῖς. Ἀμελοῦντες δὲ αὐτῆς, οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παῤ ἡμῶν ἀπολαύσωσι δυσμενείας. Οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν, ἢ ἐλεαίρειν Ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. Πεῖθε τοίνυν αὐτοὺς, εἰ τῆς παῤ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.

Ὅτι ἵνα μὴ τυραννικὸς δόξῃ, τεχνηέντως μετήρχετο τοὺς Χριστιανούς: καὶ περὶ τῆς καθαιρέσεως τοῦ σταυρικοῦ σημείου: καὶ ὡς θῦσαι τὸ στρατιωτικὸν ἀκουσίως πεποίηκε.

Ὁ μὲν δὴ βασιλεὺς τοιάδε ποιῶν καὶ γράφων, ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν

495
τοῦ δόγματος. Καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας, οὔτε πείθειν παντελῶς οἷός τε ἦν, περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. Οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς Ἑλληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικὸν, τὸ μὲν, δἰ ἑαυτοῦ,

τὸ δὲ, διὰ τῶν ἀρχόντων ἐπαγόμενος. Ἀτεχνῶς δὲ διὰ πάντων Ἑλληνίζειν προσεθίζων, μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα, τὸ κορυφαῖον τῶν Ῥωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν.

Ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ, Δία μὲν, οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον, καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα: Ἄρεα δὲ καὶ τὸν Ἑρμῆν εἰς αὐτὸν βλέποντας,

καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. Ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς Ἑλληνικὸν ὁρᾷ σέβας,

496
παραμίγνυσθαι ταῖς εἰκόσιν: ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς, λεληθότως προσκυνεῖν τοῖς συγγεγραμμένοις.