Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Διέπρεπε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν, καὶ οἷος γνῶναι δὴ, καὶ κατὰ λόγον

488
μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. Ὅθεν κεχαρισμένος εἰς ἄγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν Ἀσκάλωνα καὶ Γάζαν, καὶ τοῖς πέριξ Χριστιανοῖς: ὡς ἀναγκαῖος τῇ θρησκείᾳ, καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων.

Τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους, σχολῇ γ̓ ἄν τις τὴν ἀρετὴν διηγήσαιτο: πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο, καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν. Ἐκ ταύτης δὲ τῆς γενεᾶς, μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοὶ, οἷς ἤδη πρεσβύταις νέος ὢν, συνεγενόμην. Ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ.

Περὶ τῆς σπουδῆς ἣν εἶχε συστῆσαι τὸν Ἑλληνισμὸν, ἀχρειῶσαι δὲ τὰ ἡμέτερα: καὶ ἐπιστολὴ ἥν τινι τῶν Ἑλληνιστῶν ἀρχιερέων ἀπέστειλεν.

Ὁ δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν Ἑλληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε,

489
παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανισμοῦ. Ναοὶ μὲν γὰρ ἀνεῴγεισαν, καὶ θυσίαι, καὶ Ἑλλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν: ἠνιᾶτο δὲ λογιζόμενος, ὡς εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν: οὐχ ἥκιστα δὲ ἤχθετο, καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας.