Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός: τὰ μὲν, κατὰ πρόσταγμα τοῦ βασιλέως: τὰ δὲ, ἐξ ὀργῆς καὶ προπετείας δήμων: ἐφ̓ οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων: οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας: ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν, μέμφεσθαι λόγοις δοκῶν, ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας: ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί.

Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων, καὶ ὁ ἐμὸς πάππος. Καθότι πατρὸς Ἕλληνος ὢν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους Ἀλαφίωνος, Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελίᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ, καὶ

487
ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι: καὶ μάλιστα τὸ πάνθεον, ὡς ἐπὶ ἀκροπόλεως πόλεως χειροποιήτου τινὸς λόφου κείμενον, καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον. Συμβάλλω δὲ τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν, καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν Ἑλλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι,

διὰ τὸν τοῦ πανθέου ναίον. Λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις Ἱλαρίων ὁ μοναχός: δαιμονῶντος γὰρ Ἀλαφίωνος τούτου, ἐπὶ πολὺ τινὲς Ἕλληνες καὶ Ἰουδαῖοι, ἐπῳδαῖς καὶ περιεργιαις τισὶ χρησάμενοι, οὐδὲν ἤνυον: ὁ δὲ, μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος, τὸ δαιμόνιον ἀπήλασεν, εἰς τὴν Χριστιανῶν μετεβάλετο θρησκείαν.