Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ, εἰς Σαρδονίαν ἀφίκετο. Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιϊὼν, τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο, καὶ ᾗ χρὴ φρονεῖν ἐδίδασκεν: ἔπειτα σπουδάζων, καὶ Ἰλλυριοὺς διῆλθε, καὶ εἰς Ἰταλίαν ἧκεν.

Ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν Ἱλάριον, ὃς Πυκτάβων, πόλις δὲ ἥδε Ἀκοιτανίας, ἐπίσκοπος ἦν: ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν, Ἰταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν: καὶ γὰρ δὴ καὶ ἐλλόγιμος τῇ Ῥωμαίων γλώττῃ ἐγένετο, καὶ λόγους ἀξιοχρέους,

480
ὡς εἴρηται, συνέγραψεν, ἀπομαχομένους τοῖς Ἀρείου δόγμασιν. Ὧδὲ μὲν Ἱλάριος οὗτος καὶ Εὐσέβιος, ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου συνεκρότουν.

Ὅπως οἱ ἀμφὶ Μακεδόνιον τοῖς περὶ Ἀκάκιον Ἀρειανοῖς διεφέροντο, καὶ τί ἦσαν ἀπολογούμενοι.

Ἐν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν Ἐλεύσιος, καὶ Εὐστάθιος, καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι, ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους τινὰς ἐποιήσαντο.

Καὶ τοὺς ἀμφὶ Ἀκάκιον, τήν τε βεβαιωθεῖσαν ἐν Ἀριμίνῳ πίστιν ἀπεκήρυξαν: τῇ δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο. Ἐγκαλούμενοι δὲ τί δήποτε πρὸς τοὺς ἀμφὶ Ἀκάκιον διαφέρονται, πρότερον αὐτοῖς

481
ὡς ὁμοδόξοις κοινωνοῦντες,

τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο: ὡς οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον: Ἀέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ̓ οὐσίαν ἀνόμοιον: καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι: ὁ δὲ σφόδρα τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φύσεως διΐστα τὴν οἰκειότητα: σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν καθ̓ ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι, ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων. Καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο.