Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ διαλυθείσης τῆς σύνοδου, παραγενόμενος Εὐσέβιος εἰς Ἀντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν. Οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταυτὸν συνιέναι Παυλίνῳ

478

οὐκ ἠνείχοντο, ἀλλ̓ ἰδίᾳ ἐκκλησίαζον. Χαλεπῶς δὲ ἐνεγκὼν, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν ἡ χειροτονία ἐγεγόνει, οὐδὲν ἐς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν. Οὐδετέρῳ δὲ μέρει κοινωνήσας, ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν.

Ἐν ᾧ δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτῷ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν: ὁ δὲ Παυλῖνος, ἔνδον μετὰ τῶν οἰκείων: πρᾷον γὰρ, ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα, τιμῶν Εὐζώϊος ὁ τῆς Ἀρείου αἱρέσεως προεστὼς, οὔτε ἐξέβαλε, καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν.

Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν Ἀντιοχείας. Ὑβρισμένος δὲ παῤ αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε, καὶ κοινωνεῖν αὐτῷ διεφέρετο: καὶ ὡς ἐξ ἔριδος, τὰ δόξαντα τῇ συνόδῳ

479
ἐν Ἀλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει. Ὃ δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ̓ αὐτοῦ καλουμένων Λουκιφεριανῶν.

Οἱ γὰρ ἐπὶ τούτοις αὐτῷ συναχθόμενοι, σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν. Αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν Ἀλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσιν,