Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Συνόδου δὲ, τοῦ βασιλέως κατεπείγοντος, ἐν Μεδιολάνῳ γενομένης, ἐκ μὲν τῆς ἕω ὀλίγοι παρεγένοντο: τῶν ἄλλων, ὡς εἰκὸς, ἢ διὰ νόσον ἢ μακρὰν ὁδοιπορίαν παραιτησαμένων τὴν ἄφιξιν. Τῶν δὲ πρὸς δύσιν, πλείους ἢ τριακόσιοι συνελέγησαν.

Ἀξιούντων δὲ τῶν ἀπὸ τῆς ἕω καταδικάζειν Ἀθανασίου, ὡς ἂν παντελῶς ἀπελαθείη τῆς Ἀλεξανδρείας, οἱ μὲν ἄλλοι, ἢ δέει, ἢ ἀπάτῃ, ἢ ἀγνοίᾳ τῶν ὄντων συνῄνουν.

Μόνοι δὲ, Διονύσιος ὁ Ἄλβας ἐπίσκοπος, Ἰταλίας δὲ ἥδε ἡ μητρόπολις, καὶ Εὐσέβιος ὁ Μαρκέλλων τῆς Λιγυρίας, Παυλῖνος ὁ Τριβέρεως, καὶ Ῥοδανὸς, καὶ Λούκιφερ ἀνέκραγον, καὶ ἐμαρτύραντο μὴ χρῆναι ὡδὶ ῥᾳδίως καταδικάσαι Ἀθανασίου: μηδὲ

334
γὰρ ἄχρι τούτου, εἰ γένοιτο, στήσεσθαι τὸ κακόν: χωρήσειν δὲ τὴν ἐπιβουλὴν καὶ κατ̓ αὐτῶν τῶν ὀρθῶς περὶ Θεοῦ δεδογμένων.

Ἐπὶ καθαιρέσει τε τῆς ἐν Νικαίᾳ πίστεως, ταῦτα σπουδάζεσθαι παρὰ τοῦ βασιλέως καὶ τῶν τὰ Ἀρείου φρονούντων. Καὶ οἱ μὲν,

ὧδε παρρησιασάμενοι, ὑπερορίας φυγῇ κατεδικάσθησαν: σὺν τούτοις δὲ καὶ Ἱλάριος. Ἀληθῆ δὲ τοῦ ἐν Μεδιολάνῳ συλλόγου αἰτίαν εἶναι ἣν ἔλεγον, ἐπιστοῦτο ἡ ἀπόβασις. Οὐ πολλῷ γὰρ ὕστερον ἡ ἐν Ἀριμήνῳ καὶ Σελευκείᾳ σύνοδος συνελέγη, καὶ ἑκατέρα κατὰ τῶν ἐν Νικαίᾳ δεδογμένων νεωτερίζειν

ἐπεχείρησεν, ὡς αὐτίκα ἐπιδείξω. Ἀθανάσιος δὲ πειθόμενος ἐπιβουλεύεσθαι ἐν τοῖς βασιλείοις, αὐτὸς μὲν πρὸς βασιλέα ἐλθεῖν οὔτε ἐθάρρησεν, οὔτε λυσιτελεῖν ἐδοκίμασεν. Ἐπιλεξάμενος δὲ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων πέντε, ὧν ἦν Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος, καὶ λέγειν δεινὸς, πέμπει ὡς βασιλέα, πρὸς δύσιν τότε τῆς ἀρχομένης

335
διάγοντα. Συμπέμπει δὲ αὐτοῖς καὶ τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας πρεσβυτέρους τρεῖς, καταλλάξοντας αὐτῷ τὸν κρατοῦντα, καὶ ἢν δέοι, πρὸς τὰς διαβολὰς τῶν ἐναντίων ἀπολογησομένους, καὶ τὰ ἄλλα πράξοντας ὅπη ἂν τῇ ἐκκλησίᾳ καὶ αὐτῷ ἄριστα γινώσκωσιν.