Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς Κεκρόπιον Ἀέτιόν τε καί τινας τῶν σὺν αὐτῷ, ἀπολογησομένους ἐφ̓ οἷς ἐνεκάλει, πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι: Ἑρμογένει δὲ τῷ ὑπάρχῳ, καὶ τῷ κρατοῦντι Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ μετοικισθῆναι: καὶ τοῦ βασιλέως

407
μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας, οὐ συνεχώρησεν, ἄρχουσι καὶ ἱερεύσιν ἐναντιούμενος.

Προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε, καὶ κοινωνεῖν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ γράφων, διέβαλλεν αὐτοὺς πρὸς τοὺς Ἀφρικῆς ἐπισκόπους: ἐγκαλούμενός τε ἠρνεῖτο, καὶ ἐπιώρκει: καὶ φωραθεὶς, ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν. Καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο Ἰλλυριοῖς καὶ Ἰταλοῖς καὶ Ἄφροις, καὶ τῶν περὶ τὴν Ῥωμαίων ἐκκλησίαν συμβάντων.

Δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας, ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης: καὶ ἄνδρα αἰσχρῶς βεβιωκότα, οὐ νόμῳ γάμου γυναικὶ συμβιοῦντα, ἐβάπτισέ τε καὶ διακονεῖν τῷ Θεᾠ ἠξίωσε. Περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον, οὐχ ἐχώρισε τῆς ἐκκλησίας.

Καὶ ὅτι γὲ περὶ τὴν ἱερὰν τράπεζαν συνωμοσίας

408
ἐποιεῖτο, ἀρώμενός τε, καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων: εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου, τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν,

ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως ἐποιοῦντο. Εὐσταθίου δὲ, πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ, καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας: μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου, ὑπὸ συνόδου ἀκοινώνητος ἐγεγόνει: καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς: ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν, ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων: ἐπὶ δὲ τῆς ἐν Ἀντιοχείᾳ συνόδου, ἐπιορκίας ἑάλω: καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ

409
συνελθοῦσι: καὶ πλείστοις ἐγκλήμασι ἔνοχος ὢν, δικαστὴς ἠξίου εἶναι, καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει.

Ἐλεύσιον δὲ καθεῖλον, ὡς Ἡράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε Ἡρακλέους γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα, καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα, διακονίας Θεοῦ ἀπερισκέπτως ἠξίωσε, Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε: καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως.