Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν: λογιζόμενος τὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον ὁμολογῶν καὶ ὁμοούσιον, καὶ μηδὲν αὐτῷ διαφέρειν κατ̓ ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον, τὴν αὐτοῦ σημασίαν ὁμολογοίη.

404

Οὕτως οὖν ἔχων γνώμης, ὁμονοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων. Ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπὴν, καθὰ Ῥωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παῤ αὐτοῖς Ἰαννουαρίου μηνὸς, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀναλῶσαι μεταξὺ τῶν ἐπισκόπων, διαγινώσκων εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ Ἀριμίνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν.

Ὅτι οἱ περὶ Ἀκάκιον τὴν ἐν Ἀριμίνῳ ἐβεβαίωσαν σύνοδον: καὶ κατάλογος τῶν καθαιρεθέντων ἀρχιερέων, καὶ ἐπὶ ποίοις ἐγκλήμασιν.

Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἐπιμείναντες τινὰ χρονὸν ἐν Κωνσταντινουπόλει, μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους: ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνιος, καὶ Οὐλφίλας ὁ τῶν Γότθων. Πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον, καὶ ἐβεβαίωσαν τὴν ἐν Ἀριμίνῳ ἀναγνωσθεῖσαν γραφὴν, προσθέντες, τοῦ λοιποῦ οὐσίαν

405
ἢ ὑπόστασιν ἐπὶ Θεοῦ ὀνομάζειν μηδ̓ ὅλως: παρὰ ταύτην δὴ τὴν γραφὴν ἀποκεκηρῦχθαι πᾶσαν ἄλλην, ἢ γενομένην ἢ μέλλουσαν.

Ἐπεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν Ἀέτιον τῆς διακονίας, ὡς ἐριστικῶς, καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως ἀπᾳδούσης, συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ στάσεων ταῖς ἐκκλησίαις αἴτιον. Λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον καθεῖλον, ἀλλ̓ ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα: διεβάλλοντο γὰρ τὰ αὐτοῦ φρονεῖν.

Ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτόν: καὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον, καὶ Βασίλειον τὸν Ἀγκύρας, καὶ Ἑορτάσιον τὸν Σάρδεων, καὶ Δρακόντιον τὸν Περγάμου.

Διαφερόμενοί τε περὶ δόγματος, ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο τὴν αὐτῶν πίστιν:

406
αἰτίας δὲ ἐπῆγον, κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν, καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον: ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον, Βασιλείῳ μὲν ὡς Διογένην πρεσβύτερον ἐκ τῆς Ἀλεξανδρείας τὴν Ἄγκυραν διοδεύοντα χάρτας τε ἀφείλετο, καὶ ἐτύπτησε: καὶ κληρικοὺς ἐκ τῆς Ἀντιοχείας καὶ παρὰ τὸν Εὐφράτην ποταμὸν, Κίλικάς τε καὶ Γαλάτας καὶ Ἀσιανοὺς, ὑπερορίοις φυγαῖς καὶ ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν: ὡς καὶ σιδηρῶν αὐτοὺς πειραθῆναι δεσμῶν, καὶ τὰ ὄντα προσαπολλύειν τοῖς ἀπάγουσι στρατιώταις, ἵνα μὴ ὑβρίζωνται.