Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ χρόνος διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ Ἀκάκιον καλούντων, τῶν δὲ, πῆ μὲν εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῆ δὲ αὐτοῖς κρίνειν τοὺς ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετάχθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο, ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν,

399
καθαιροῦσιν ἄλλους τέ τινας, καὶ Γεώργιον τὸν Ἀλεξανδρείας ἐπίσκοπον, καὶ Ἀκάκιον τὸν Καισαρείας, καὶ Οὐράνιον τὸν Τύρου, καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως,

καὶ Εὐδόξιον τὸν Ἀντιοχείας. Τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται. Καὶ τὰ πραχθέντα τῇ ἑκάστου παροικίᾳ ἔγραψαν.

Ἀντὶ δὲ Εὐδοξίου Ἀδριανὸν ἐχειροτόνησαν Ἀντιοχείας ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. Συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ Ἀκάκιον, Λεωνᾷ καὶ Λαυρικίῳ παρέδωκαν: οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον: ὕστερον δὲ, ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν.

Τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν. Ὁ δὲ φιλῶν ἀκριβῶς τὸ καθ̓ ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνέγραψαν.

400

Περὶ Ἀκακίου καὶ Ἀετίου: καὶ ὡς ὁ βασιλεὺς μετεχειρίζετο τοὺς πρέσβεις τῶν δύο συνόδων, τῆς ἐν Ἀριμίνῳ καὶ Σελεύκου, τὸ ἶσον φρονῆσαι.

Ἐπεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν Ἀκάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο: οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. Δέκα δὲ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι, καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν Ἀριμίνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ Ἀκάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους, καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρατοῦντος εὔνοιαν.

Εἶναι γὰρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι, καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. Οὐ γὰρ ὁ τυχὼν ἐδόκει Ἀκάκιος: φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν, καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν: καὶ ἐπισήμου προεστὼς ἐκκλησίας,

401
καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ̓ ὃν αὐτὸς τὴν ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν, καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βίβλων πλείω τῶν ἄλλων ἀξιῶν εἰδέναι. Καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅγε ἐβούλετο διεσκεύαζεν.