Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν, ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγὼν, Εἰ τὸ ἑκάστης ἡμέρας, ἔφη, ἰδίαν ἐκτίθεσθαι βούλησιν, πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια.

Ἰσχυριζομένου δὲ Ἀκακίου, μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφὴν, εἴγε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη, καὶ μετὰ ταῦτα πολλάκις: ὑπολαβὼν Ἐλεύσιος, Ἀλλ̓ ἡ σύνοδος, ἔφη, συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ̓ ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν Ἀντιοχείᾳ συνελθόντων: καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς.

Ὧδε προϊούσης τῆς διαλέξεως, ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. Καὶ ἐπυνθάνοντο

397
τῶν ἀμφὶ Ἀκάκιον, κατὰ τί ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν ὡμολόγησαν: τῶν δὲ, κατὰ βούλησιν μόνον, οὐ μὴν κατ̓ οὐσίαν εἰπόντων: οἱ μὲν ἄλλοι πάντες καὶ κατ̓ οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. Καὶ τὸν Ἀκάκιον ἤλεγχον διὰ τὸν λόγον ὃν συνεγράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον.

Τοῦ δὲ, μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος, καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης, τὸ τελευταῖον Ἐλεύσιος ὁ Κυζικηνὸς, Εἰ μὲν, ἔφη, Βασίλειος ἢ Μάρκος καθ̓ ἑαυτοὺς τινὰ πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε, καὶ οἱ ἀμφὶ Ἀκάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα πίστις παῤ αὐτῶν, πολυπραγμονεῖν ἀναγκαῖον: τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν Ἀντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι: παρὰ ταῦτα δὲ εἴτις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας.

Ὡς δὲ τούτοις οἱ

398
σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ Ἀκάκιον καὶ Γεώργιον.

Οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο: περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. Ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ Ἀκάκιον. Δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον, οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης: αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως, συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόντων.