Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τάδε μὲν τῶν ἐν Ἀριμίνῳ συνελθόντων τὰ γράμματα. Οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλειντα, φθάσαντες τοὺς παῤ αὐτῶν ἀποσταλέντας πρέσβεις,

379
ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν, καὶ τὴν σύνοδον διέβαλον. Ὁ δὲ, λυπηθεὶς ἴσως ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν, ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε:

τῶν δὲ πρέσβεων ἠμέλει, καὶ τῇ προσεδρίᾳ ταλαιπωρούντων ὑπερεώρα. Ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ, παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸς ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς, καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. Ἐκέλευσε δὲ ἐν Ἀδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι: ἵν̓ ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων, τὰ παρὰ τῶν πρέσβεων ἀκούσῃ καὶ δοκιμάσῃ: προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα, καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν.

Καὶ ὁ μὲν τοιάδε ἔγραψε. Πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν, ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι, καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. Καὶ ἀντιβολεῖ μετ̓ εὐνοίας αὐτοὺς ἰδεῖν,

380
καὶ ὧν ἐνετείλατο δἰ αὐτῶν ἐπακοῦσαι, καὶ τὰ γραφέντα ἀναγνῶναι: χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι, τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας: χρῆναι δὲ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλησίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν.

Τοιαῦτα γράψαντες, καὶ ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες, ὀλίγον χρόνον ἐπέμειναν: ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις. Ὡς μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα: ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ

Οὐρσάκιον. Διάφορος δὲ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. Οἱ μὲν γάρ φασι, πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ Ἀριμίνου τῶν ἐπισκόπων ἀποδημίαν, ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ, ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ

381
πίστιν ἐκδιδόναι: τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν τῶν ἐκκλησιῶν: ἀντὶ δὲ τούτων,

ἑτέρους χειροτονεῖν. Ἀδείας δὲ ἐντεῦθεν λαβομένους, βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι: πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν, καὶ πρῶτον Λιβέριον τὸν Ῥωμαίων ἐπίσκοπον.