Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵν̓ οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ, καὶ ταραχὴ καὶ θόρυβος κυλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα καὶ ἀμετακίνητα φυλάττειν: τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι: δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας.

Τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ, τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων: οἳ καὶ τὴν σὴν ἀναδιδάξουσι ὁσιότητα, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιος καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τὶ τῶν δικαίων ἀνατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν, τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι, καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται.

Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μηδὲ πρὸς

377
ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας: ἀλλὰ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις: οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύουσιν ἀπιστίαν ἐνεποίει: τοῖς

δὲ ἀπιστοῦσιν, ὠμότητα. Ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον, καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι: ἵνα μὴ ἔρημοι, τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ ἐκκλησίαι διαμένωσιν.

Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων, μήτε πλεονάζῃ: ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ, ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα: μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ τῶν ἰδίων παροικήσεων ἀλλοτρίους

378
ἐπιτρέψειας γενέσθαι: ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ̓ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται.

Οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς, καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵ τινες καὶ ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.