Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις, ἐκέλευσεν ἐξιέναι τῆς πόλεως, ὡς πεισομένης ἅπερ ὕστερον ἔπαθεν. Ἐκ τούτου τε

361
σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν, ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν Θεὸν, καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπειληθείσης ὀργῆς.

Ὡς δὲ οὐκ ἔπεισε, καὶ γελοῖος ἐδόκει, ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πῦργον, καὶ πρηνὴς καταπεσὼν ηὔχετο. Ἐν τούτοις δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος, οἱ μὲν πλείους ἀπώλοντο: οἱ δὲ περιλειφθέντες, εἰς τοὺς ἀγροὺς καὶ τὴν ἔρημον ἔφυγον.

Ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει, καθ̓ ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι, καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν: ἐρειπομένων τε τῶν ὀρόφων, περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλὸξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων, καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ,

καὶ πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη. Πανταχοῦ τε ἕρπουσα, καὶ πρὸς ἑαυτὴν συναπτομένη, μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε. Καὶ κατὰ τοῦτο

362
δὲ τῶν οἴκων ἀβάτων ὄντων, οἱ περισωθέντες ἐκ τοῦ σεισμοῦ, ἐπὶ τὴν ἄκραν ἔδραμον.

Ἀρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρὸς, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρξάμενος. Λόγος δὲ τοῦ προτελευτῆσαι τότε αὐτὸν, τὸν Θεὸν ἱκετεῦσαι, καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον, ἢ συμφορὰν θεάσασθαι πόλεως,

ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὺν ἐπέγνω, καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν. Ἀλλ̓ ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλίας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν, καὶ τοὺς ὀχλουμένους ὑπ̓ αὐτῶν καθαίρειν. Οὕτω γοῦν δαιμονιῶν τις ξίφος σπασάμενος, ἀνὰ τὴν ἀγορὰν ἔθεε: φευγόντων δὲ πάντων, καὶ θορύβου τὴν πόλιν ἔχοντος, ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε, καὶ τῷ λόγῳ κατέβαλε: καὶ αὐτίκα ἐκάθῃρε, καὶ σωφρονεῖν ἐποίησε.