Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει: καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. Περὶ δὲ τῶν ἐν Ἀντιοχείᾳ νεωτερισθέντων, καὶ τῆς Ἀετίου αἱρέσεως, ἔκρινεν ὁ βασιλεὺς ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ.

Παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας: καὶ γράμμασιν εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς καλεῖν τῶν ἀν̓ ἕκαστον ἔθνος

359
ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν, καὶ νοεῖν καὶ λέγειν ἱκανοί: ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους,

μετασχεῖν αὐτοὺς τῆς συνόδον, καὶ τῇ κρίσει παρεῖναι. Ἤδη δὲ καὶ τῶν πλειόνων κατὰ τὴν ὁδοιπορίαν ὄντων, ἀγγέλλεται τὸ Νικομηδείας πάθος, καὶ ὅτι πᾶσαν ὁ Θεὸς κατέσεισεν. Ὡς ἐπὶ ἀπολομένῃ δὲ ἄρδην τῇ πόλει πανταχοῦ κρατοῦντος, ἐπέσχον οἱ καθ̓ ὁδὸν ἐπίσκοποι: ὡς γὰρ φιλεῖ ἡ φήμη ἐργάζεσθαι, οὐκ ἄχρι τῶν πεπονθότων τὰ δεινὰ τοῖς ἄπωθεν ἤγγελλεν. Ὑπεθρυλεῖτο δὲ Νίκαιάν τε καὶ Πέρινθον, καὶ τὰς πλησίον πόλεις, κοινωνῆσαι τῆς συμφορᾶς: προσέτι δὲ καὶ τὴν Κωνσταντινούπολιν.

Οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβὰν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς οἰκοδομουμένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν, ἀγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προσφυγόντων τῇ ἐκκλησίᾳ

360
ἐπ̓ ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. Οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε: δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας,

ὁ σεισμὸς ἐνέσκηψεν. Ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς, καὶ ἄλλος ἀπὸ Βοσπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελείφθησαν. Ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως, οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἄλλῃ καταφυγεῖν: ἀλλ̓ ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπη ἔτυχεν

ἕκαστος ἑστὼς, ἢ ἐσώθη, ἢ ἀπώλετο. Λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν, προϊδεῖν Ἀρσάκιον: ὃς τὸ μὲν γένος Πέρσης ἦν: ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο: καὶ τὴν στρατείαν καταλιπὼν, ἐν τῇ ἄκρᾳ Νικομηδείας, ἐντὸς τοῦ τείχους κατῴκει φιλοσοφῶν.