Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. Ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα, τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι, καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων, παραγίνεται πρὸς βασιλέα Βασίλειος: διέτριβε δὲ τότε ἐν Σιρμίῳ. Καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ̓ ἰδίας χρείας, καὶ Μάρκον τὸν Ἀρεθούσιον, καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς Ἀλεξανδρέων ἐκκλησίας.

Δόξαν δὲ

366
ἤδη ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα, καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει, τῇ τῶν ἀνομοίων αἱρέσει χαίροντες, σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμόν τινα γραφὴν πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐσίας οὐκ ἐνέκειτο ὄνομα.