Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ περὶ τῶν ἀμφιβόλων βουλεύσασθαι, καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. Δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν, καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια, καὶ τὰ δόξαντα ἀφηγήσασθαι: ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν

365
ἀλλήλοις, καὶ περὶ τῶν πρακτέων ὅπη ἂν ἄριστα δοκῇ ἐπιτελέσαι.

Μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν, ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος, καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι. Γράφει δὲ τῷ Βασιλείῳ, δἰ ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων, ὅπη ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν: ὥστε ἔαρος ἀρχομένου, τοῦτο πᾶσι γενέσθαι δῆλον: ἐν Νικαίᾳ γὰρ, ὡς κεκμηκότος τοῦ τῇδε ἔθνους ὑπὸ σεισμῶν,