Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἱ δὲ ἀμφὶ τὸν Ἀθανάσιον καὶ Παῦλον, ἕκαστος τὸν ἑαυτοῦ κατείληφε θρόνον, καὶ τὰς Ἰουλίου

248
ἐπιστολὰς διεπέμψαντο τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. Οἱ δὲ ἐπὶ ταύταις χαλεπῶς ἤνεγκαν: καὶ συλλεγέντες ἐν Ἀντιοχείᾳ, ἀντέγραψαν Ἰουλίῳ κεκαλλιεπημένην τινὰ, καὶ δικανικῶς συντεταγμένην ἐπιστολὴν, εἰρωνείας τε πολλῆς ἀνάπλεων, καὶ ἀπειλῆς οὐκ ἀμοιροῦσαν δεινοτάτης.

Φέρειν μὲν γὰρ πᾶσι φιλοτιμίαν τὴν Ῥωμαίων ἐκκλησίαν ἐν τοῖς γράμμασιν ὡμολόγουν, ὡς ἀποστόλων φροντιστήριον καὶ εὐσεβείας μητρόπολιν ἐξ ἀρχῆς γεγενημένην: εἰ καὶ ἐκ τῆς ἕω ἐνεδήμησαν αὐτῇ οἱ τοῦ δόγματος εἰσηγηταί. Οὐ παρὰ τοῦτο δὲ τὰ δευτερεῖα φέρειν ἠξίουν, ὅτι μὴ μεγέθει ἢ πλήθει ἐκκλησίας πλεονεκτοῦσιν, ὡς ἀρετῇ καὶ προαιρέσει νικῶντες.

Εἰς ἐγκλήματα δὲ προφέροντες Ἰουλίῳ τὸ κοινωνῆσαι τοῖς ἀμφὶ τὸν Ἀθανάσιον, ἐχαλέπαινον ὡς ὑβρισμένης αὐτῶν τῆς συνόδου, καὶ τῆς ἀποφάσεως ἀναιρεθείσης: καὶ τὸ γενόμενον ὡς ἄδικον καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀπᾴδον διέβαλλον.

Ἐπὶ τούτοις δὲ ὡδέπως μεμψάμενοι, καὶ δεινὰ πεπονθέναι μαρτυράμενοι, δεχομένῳ μὲν Ἰουλίῳ τὴν

249
καθαίρεσιν τῶν πρὸς αὐτῶν ἐληλαμένων, καὶ τὴν κατάστασιν τῶν ἀντ̓ αὐτῶν χειροτονηθέντων, εἰρήνην καὶ κοινωνίαν ἐπηγγέλλοντο: ἀνθισταμένῳ δὲ τοῖς δεδογμένοις, τἀναντία προηγόρευσαν: ἐπεὶ καὶ τοὺς πρὸ αὐτῶν ἀνὰ τὴν ἕω ἱερέας οὐδὲν ἀντειπεῖν ἰσχυρίζοντο, ἡνίκα Ναυατιανὸς τῆς Ῥωμαίων ἐκκλησίας ἠλάθη.

Περὶ δὲ τῶν πεπραγμένων παρὰ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν, οὐδὲν αὐτῷ ἀντέγραψαν, πολλὰς μὲν αἰτίας ἔχειν εἰς παραίτησιν ἀναγκαίαν τῶν γεγενημένων δηλώσαντες: ἀπολογεῖσθαι δὲ νῦν ὑπὲρ τούτων περιττὸν εἰπόντες, ὡς ἅπαξ ὁμοῦ ἐπὶ πᾶσιν ἀδικεῖν ὑπονοηθέντες.