Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον, καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. Οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν, ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἑτέρων πολλῶν αἴτιον: καὶ ὅτι πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. Οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ, οὔτε ἀποχειροτονήσας,

246
καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς Ἀντιόχειαν.

Ἐν τούτῳ δὲ οἱ τῆς Ἀρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον, ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος, καὶ Ἀλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον, καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. Ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης: ὡς δραστήριος δὲ ἐθαυμάζετο, καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος.

Περὶ τῶν εἰς Ῥώμην ἀπελαθέντων ἑῴων ἀρχιερέων: καὶ οἷα περὶ αὐτῶν Ἰούλιος ὁ Ῥώμης γράφει. Καὶ ὡς ἔλαβον αὖθις γράμμασιν Ἰουλίου Παῦλος καὶ Ἀθανάσιος τοὺς ἰδίους θρόνους: καὶ οἷα οἱ τῆς ἕω ἀρχιερεῖς πρὸς Ἰούλιον ἔγραψαν.

Ἀθανάσιος δὲ φεύγων ἐκ τῆς Ἀλεξανδρείας εἰς Ῥώμην ἀφίκετο. Κατ̓ αὐτὸ δὲ συνέβη καὶ Παῦλον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον συνδραμεῖν, καὶ Μάρκελλον τὸν Ἀγκύρας, καὶ Ἀσκληπᾶν τὸν Γάζης, ὃς ἐναντίος ὢν τοῖς Ἀρείου, γραφὴν ὑπομείνας πρὸς

247
ἑτεροδόξων τινῶν ὡς θυσιαστήριον ἀνατρέψας, καθῃρέθη. Ἀλλ̓ ἀντὶ τούτου μὲν ἐπιτρέπεται τὴν Γαζαίων ἐκκλησίαν Κυντιανός. Καὶ Λούκιος δὲ ὁ Ἁδριανουπόλεως ἐπίσκοπος, ἐπ̓ ἄλλῳ κατηγορηθεὶς,

καὶ τῆς ὑπ̓ αὐτὸν ἐκκλησίας ἀφαιρεθεὶς, ἐν Ῥώμῃ διῆγε. Μαθὼν δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὰ ἑκάστου ἐγκλήματα, ἐπειδὴ πάντας ὁμονοοῦντας εὗρε περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, ὡς ὁμοδόξους αὐτοὺς εἰς κοινωνίαν προσήκατο. Οἷα δὲ τῆς πάντων κηδεμονίας αὐτῷ προσηκούσης διὰ τὴν ἀξίαν τοῦ θρόνου,

ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. Καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε, μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας, καὶ τὰς ἐκκλησίας ταράττουσι, τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν. Ὀλίγους δὲ ἐκ πάντων εἰς ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε, διελέγξοντας δικαίαν ἐπ̓ αὐτοῖς ἐνηνοχέναι τὴν ψῆφον: ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ παύσοιντο νεωτερίζοντες. Καὶ ὁ μὲν τάδε ἔγραψεν.