Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Φασὶ γοῦν αὐτὸν ἄνδρα τινὰ καὶ γυναῖκα κατὰ θεσμὸν ἐκκλησίας παρθενίαν προσποιουμένους, καὶ εἰς ταὐτὸν συνιέναι διαβαλλομένους, σπουδάσαι τῆς πρὸς ἀλλήλους ὁμιλίας παῦσαι: ἀποτυχόντα δὲ μέγα ἀνοιμῶξαι, καὶ εἰπεῖν, ὡς κατὰ νόμον ἀνδρὶ συνοικοῦσα γυνὴ τοὺς περὶ σωφροσύνης λόγους ἀκούσασα αὐτοῦ, συνουσίας ἀπέσχετο, ἧς γαμεταῖς θέμις πρὸς ἰδίους ἄνδρας κοινωνεῖν: τοὺς δὲ, παρανόμως συνουσιάζοντας ἀλλήλοις ἀσθενῆ ἀποφῇναι τὴν αὐτοῦ πειθώ. Τὸν δὴ τοιοῦτον τῆς κατὰ τόδε τὸ κλίμα ἀκριβοῦς μοναστικῆς ἀγωγῆς

ἀρχηγὸν γενέσθαι λόγος. Θρᾴκιοι δὲ καὶ Ἰλλυριοὶ, καὶ ὅσοι τὴν καλουμένην Εὐρώπην οἰκοῦσιν, εἰ καὶ ἀπείρατοι ἔτι μοναχικῶν συνοικιῶν ἦσαν, ἀλλ̓ οὐ παντελῶς φιλοσόφων ἀνδρῶν ἠτύχουν. Ἐγνωρίζετο δὲ τότε παῤ αὐτοῖς Μαρτῖνος, ὃς ἀπὸ Σαβωρίας τῆς

280
Παννονίας ἐπίσημος ἦν τὸ γένος: ἐν ὅπλοις δὲ λαμπρῶς στρατευσάμενος καὶ συνταγματάρχης ἐγένετο. Προτιμήσας δὲ τὸ θεῖον, τὸν φιλόσοφον μετῄει βίον.

Διέτριβε δὲ τὰ πρῶτα παῤ Ἰλλυριοῖς: ἐπεὶ δὲ προθύμως ὑπὲρ τοῦ δόγματος ἀγωνιζόμενος τινὰς τῶν ἐνθάδε ἐπισκόπων ἐφώρασε τὰ Ἀρείου φρονοῦντας, ἐπιβουλευθεὶς καὶ πολλάκις δημοσίᾳ τυπτηθεὶς, ἐξηλάθη: καὶ εἰς Μεδιολάνον ἐλθὼν, καθ̓ ἑαυτὸν διέτριβεν. Ὑπεχώρησέ τε ἔνθεν, ἐπιβουλευόμενος παρὰ Αὐξεντίου τοῦ ἐπισκόπου,

οὐδὲ αὐτοῦ ὑγιῶς ἔχοντος περὶ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνελθόντων. Καὶ ἐπί τινα χρόνον ῥίζαις βοτανῶν ἀρκούμενος, νῆσον ᾤκησεν ἣν Γαλληναρίαν καλοῦσι: μικρὰ δὲ αὕτη καὶ ἀοίκητος, ἐν τῷ Τυρρηνικῷ πελάγει κειμένη. Χρόνῳ δὲ ὕστερον καὶ ἐπισκοπεῖν ἐπετράπη τὴν ἐν Ταρρακίναις ἐκκλησίαν. Ἐπὶ τοσοῦτον δὲ θαυματουργίαις

281
προελθεῖν παραδέδοται, ὡς νεκρὸν ἐγεῖραι πιστεύεσθαι, ἄλλα τε σημεῖα ἐπιτελέσαι ἀποστολικῶν οὐ λειπόμενα.

Κατὰ τόδε τὸ ὑπήκοον ἐν τῷ τότε καὶ Ἱλάριον γενέσθαι παρειλήφαμεν, ἄνδρα βίῳ καὶ λόγῳ θεσπέσιον: ὃς Μαρτίνῳ τῆς φυγῆς ἐκοινώνησε διὰ τὴν περὶ τὸ δόγμα σπουδήν. Ἀνδρῶν μὲν οὖν πέρι, οἳ τότε ἐν εὐσεβείᾳ καὶ ἐκκλησιαστικῷ θεσμῷ ἐφιλοσόφουν, τάδε ἔγνων ὡς συνέγραψα.

Ὑπερφυῶς δὲ πολλοὶ καὶ μάλα ἐλλόγιμοι κατὰ τὸν αὐτὸν χρόνον ἐν ταῖς ἐκκλησίαις διέπρεπον. Ἐπισημότατοι δὲ ἐν τούτοις ἐγένοντο, Εὐσέβιος ὁ τὴν Ἐμέσης ἱερωσύνην ἐπιτροπεύσας, καὶ Τῖτος ὁ Βόστρης, καὶ Σεραπίων ὁ Θμουαῖος, Βασίλειός τε ὁ Ἀγκύρας, καὶ Εὐδόξιος ὁ Γερμανικίας, καὶ Ἀκάκιος ὁ Καισαρείας, καὶ Κύριλλος ὃς τὸν Ἱεροσολύμων θρόνον ἐπετρόπευσε. Σύμβολον τῆς αὐτῶν παιδείας, ἃ συνεγράψαντο καὶ καταλελοίπασι, πολλά τε καὶ λόγου ἄξια.

282