Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

τελεώτερον δὲ, εἰ ὁ Θεὸς θελήσειε, τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν. Ἀρμενίοις δὲ καὶ Παφλαγόσι, καὶ τοῖς πρὸς τὸν Πόντον οἰκοῦσι, λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας ἐκκλησίαν ἐπιτροπεύσας, μοναχικῆς πολιτείας ἆρξαι: καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν, καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον: ὡς καὶ τὴν ἐπιγεγραμμένην

277
Βασιλείου τοῦ Καππαδόκου Ἀσκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι.

Λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν, παντελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων.

Οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦνται: ἐπαιτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν, ὡς γάμῳ καταμεμφομένους, καὶ ἐν οἴκοις γεγαμηκότων εὔχεσθαι παραιτουμένους, καὶ τοὺς γεγαμηκότας πρεσβυτέρους ὑπερφρονοῦντας, καὶ ἐν κυριακαῖς ἡμέραις νηστεύοντας, καὶ ἐν οἰκίαις ἐκκλησιάζοντας, καὶ τοὺς πλουσίους καθάπαξ ἀμοίρους τῆς βασιλείας τοῦ Θεοῦ ἀποφαινομένους, καὶ τοὺς κρέα ἐσθίοντας βδελυττομένους, καὶ χιτῶνας μὲν συνήθεις καὶ στολὰς μὴ ἀνεχομένους ἀμφιέννυσθαι, ξένῃ δὲ καὶ ἀήθει ἐσθῆτι χρωμένους,

καὶ ἄλλα πλεῖστα νεωτερίζοντας. Ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας: εἶτ̓ ἐγκρατεύεσθαι μὴ δυνηθείσας, μοιχείαν

278
ἁμαρτεῖν: τὰς δὲ, προφάσει θεοσεβείας, τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει, ἀνδράσι δὲ σύνηθες, ἀμφιέννυσθαι.

Διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων, καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν.

Ἐντεῦθεν δὲ λόγος, Εὐστάθιον ἐπιδεικνύμενον ὡς οὐκ αὐθαδείας ἕνεκα, ἀλλὰ τῆς κατὰ Θεὸν ἀσκήσεως εἰσηγεῖτο ταῦτα καὶ ἐπιτηδεύοι, ἀμεῖψαι τὴν στολὴν, καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τὰς προόδους ποιήσασθαι. Τοιοῦτος δὴ τὰ περὶ τὸν βίον ὑπάρχων, καὶ ἐπὶ λόγοις ἐθαυμάζετο: τὸ δὲ ἀληθὲς εἰπεῖν, ἐγένετο λέγειν μὲν οὐ δεινός: οὐδὲ γὰρ τὴν ἐπὶ τούτῳ ἐπιστήμην ἐξήσκητο: τὸ δὲ ἦθος θαυμάσιος, καὶ πείθειν ἱκανώτατος: ὡς καὶ πολλοὺς τῶν

279
ἐκπορνευομένων ἀνδρῶν καὶ γυναικῶν μεταπεῖσαι σώφρονα καὶ σπουδαῖον βίον ἀναλαβεῖν.