Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Διφθέρας δὲ ἀμφιέννυσθαι, καὶ τιάραις ἐρίναις τὰς κεφαλὰς σκέπεσθαι: κατασημαίνεσθαι δὲ ταύτας τὰς τιάρας οἱονεὶ κέντροις πορφυροῖς προσέταξε. Χιτῶσι δὲ λινοῖς καὶ ζώναις κεχρῆσθαι, καὶ ἐζωσμένους σὺν τοῖς χιτωνίοις καὶ ταῖς διφθέραις καθεύδειν, καθημένους ἐν οἰκοδομητοῖς θρόνοις, ἑκατέρωθεν περιπεφραγμένοις, ὥστε τὴν ἑκάστου συνέχειν στρωμνήν.

Τῇ δὲ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος, ἐπὶ κοινωνίᾳ τῶν θείων μυστηρίων τῷ θυσιαστηρίῳ προσιόντας, τὰς ζώνας

270
λύειν, καὶ τὰς διφθέρας ἀποτίθεσθαι: δωδέκατον δὲ πάσης τῆς ἡμέρας εὔχεσθαι, καὶ πρὸς ἑσπέραν ὁμοίως: τοσαυτάκις δὲ καὶ νύκτωρ: ἐννάτῃ δὲ ὥρᾳ, τρίτον. Ἡνίκα δὲ μέλλοιεν ἐσθίειν, ἑκάστης εὐχῆς προᾴδειν ψαλμόν.

Πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν, καὶ ἐπονομάσαι ταῦτα τοῖς Ἑλλήνων στοιχείοις: καὶ ὅπως ἔχοι βίου καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι. Οἷον, ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ζ ἢ ξ, καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἐστὶ πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προαίρεσιν τοῦ τάγματος.

Κατὰ τούτους τοὺς νόμους, τοὺς ἰδίους μαθητὰς ἦγεν ὁ Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος, καὶ θεοφιλὴς εἰς ἄγαν, ὡς προειδέναι τὰ ἐσόμενα, καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. Διέτριβε δὲ ἐν Ταβέννῃ νήσῳ τῆς Θηβαΐδος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται.

Ὑπὸ δὲ τούτους τοὺς

271
νόμους πολιτευόμενοι, ὀνομαστότατοι ἐγένοντο, καὶ εἰς πλῆθος τῷ χρόνῳ ἐπέδοσαν, ὡς εἰς ἑπτακισχιλίους ἄνδρας συντελεῖν. Ἡ μὲν γὰρ ἐν Ταβέννῃ νήσῳ συνοικία, μεθ̓ ὧν αὐτὸς Παχώμιος διέτριβεν, ἀμφὶ τοὺς χιλίους καὶ τριακοσίους εἶχεν: οἱ δὲ κατὰ τὴν Θηβαΐδα, καὶ τὴν ἄλλην Αἴγυπτον οἰκοῦσι. Μία δὲ καὶ ἡ αὐτὴ ἀγωγὴ πᾶσι, καὶ κοινὰ πάντων τὰ πάντα: καθάπερ δὲ μητέρα τὴν ἐν Ταβέννῃ νήσῳ συνοικίαν ἡγοῦντο:

πατέρας δὲ καὶ ἄρχοντας, τοὺς ἐνθάδε ἡγουμένους. Κατὰ τοῦτον δὲ τὸν χρόνον καὶ Ἀπολλώνιος ἐπὶ μοναχικῇ φιλοσοφίᾳ διέπρεπεν: ὅν φασι δέκα καὶ πέντε ἐτῶν ὄντα, φιλοσοφῆσαι ἐν ταῖς ἐρήμοις: εἰς ἔτη δὲ τεσσαράκοντα γεγονὼς, κατὰ θείαν πρόσταξιν εἰς τοὺς οἰκουμένους ἦλθε τόπους.