Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λόγος δὲ καὶ τὰ ἄλλα ἐνδύματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν συλλαμβάνεσθαι εἰς ὑπόδειγμα φιλοσοφίας τινός: μηδὲ ὡς ἔτυχε παραλλάσσειν τῶν ἄλλων. Καὶ τοὺς μὲν χιτῶνας ἀχειριδώτους ἐνδεδύσκεσθαι, παιδεύοντας μὴ ἑτοίμους ἔχειν τὰς χεῖρας εἰς ὕβριν. Τὸ δὲ ἐπὶ τῆς κεφαλῆς σκέπασμα, ὃ κουκούλιον καλοῦσιν, ὥστε ἐπίσης ἀκεραίως καὶ καθαρῶς βιοῦν τοῖς γάλακτι τρεφομένοις παισὶν, οἷς αἱ τοιαῦται τιάραι ἐπίκεινται, τὸ ἡγεμονικὸν σκέπουσαί τε καὶ περιθάλπουσαι.

Ζώνη

268
δὲ καὶ ἀναβολεὺς, ἡ μὲν τὴν ὀσφὺν περισφίγγουσα, ὁ δὲ τοὺς ὤμους καὶ τοὺς βραχίονας ἀνέχων, ἑτοίμους εἶναι εἰς διακονίαν Θεοῦ καὶ ἐργασίαν ὧν δὴ παρακελεύεται. Οὐκ ἀγνοῶ δὲ, ὡς περὶ τούτων ἄλλοι ἀλλοίους ἀποδεδώκασι λόγους: ἐμοὶ δὲ ἀπόχρη τοσοῦτον εἰπεῖν.

Τόν γε μὴν Παχώμιον φασὶ μόνον ἐν σπηλαίῳ τὰ πρῶτα φιλοσοφῆσαι. Προφανέντα δὲ αὐτῷ θεῖον Ἄγγελον, παρακελεύσασθαι νέους ἀθροῖσαι μοναχοὺς, καὶ συνεῖναι αὐτοῖς: εὖ γὰρ τὰ κατ̓ αὐτὸν ἐν φιλοσοφίᾳ κατωρθωκέναι, καὶ χρῆναι καὶ συνοικιῶν ἡγούμενον ὠφελεῖν πολλούς: ἄγειν δὲ αὐτοὺς νόμοις οἷς ἂν δοίη: δεδωκέναι δὲ αὐτῷ δέλτον, ἣν ἔτι φυλάττουσιν.

Ἐνοῦσα δὲ ταύτῃ γραφὴ προσέταττε συγχωρεῖν ἑκάστῳ, ὡς ἂν οἷός τε ἦν, φαγεῖν καὶ πιεῖν καὶ ἐργάζεσθαι, νηστεύειν τε καὶ μή. Τοῖς μέντοι ῥωμαλεωτέρως ἐσθίουσι, τὰ ἐπιπονώτερα τῶν ἔργων ἐπιτρέπειν:

τὰ δὲ εὐχερῆ, τοῖς ἀσκουμένοις. Οἰκήματα

269
δὲ μικρὰ κατασκευάσαι πολλὰ, καὶ καθ̓ ἕκαστον οἴκημα τρεῖς καταμένειν: ὑπὸ ἕνα δὲ οἶκον πάντας τροφῆς μεταλαμβάνειν: σιγῇ τε ἐσθίειν, καὶ καθῆσθαι περὶ τὰς τραπέζας ἐπικεκαλυμμένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾷν, μήτε ἄλλο τὶ, πλὴν τῆς τραπέζης καὶ τῶν προκειμένων.

Ξένον δὲ μὴ συνεσθίειν αὐτοῖς, μόνον εἰ μὴ παροδεύων ἐπιξενωθείη: τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον, πρότερον ἐπὶ τριετίαν τὰ χαλεπώτερα τῶν ἔργων πονεῖν, καὶ οὕτω μετέχειν τῆς αὐτῶν συνοικίας.