Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ τὸ συμβὰν τῇ γαμετῇ κοινωσάμενος, μετεπέμψατο τὴν αἰχμάλωτον, καὶ τίνα τρόπον προσήκει τὸν Χριστὸν θρησκεύειν, ἐκέλευσε διδάσκειν. Τῆς δὲ ὅσα γυναικὶ θέμις λέγειν τε καὶ ποιεῖν εἰσηγησαμένης, ἀγείρας τοὺς ὑπηκόους ἐκεῖνος, τὰς συμβάσας αὐτῷ καὶ τῇ γαμετῇ θείας εὐεργεσίας εἰς κοινὸν ἐξήγγειλε: μήπω δὲ μυηθεὶς, τὰ περὶ τοῦ

130
δόγματος μετέδωκε τοῖς ἀρχομένοις: καὶ τὸν Χριστὸν πανδημεὶ σέβειν πείθουσιν, αὐτὸς μὲν τοὺς ἄνδρας, ἡ δὲ βασίλισσα ἅμα τῇ αἰχμαλώτῳ τὰς γυναῖκας.

Καὶ ἐν τάχει κοινῇ συνθήκῃ παντὸς τοῦ ἔθνους, φιλοτιμότατα παρεσκευάσαντο ἐκκλησίαν οἰκοδομεῖν. Ἐπεὶ δὲ κύκλῳ τοῦ νεὼ τὸν περίβολον ἤγειραν, στήσαντες μηχανὰς, ἀνίμων τοὺς κίονας, καὶ ἐπὶ τῶν βάσεων ἐστήριζον. Λέγεται δὲ τοῦ τε πρώτου καὶ δευτέρου ὀρθωθέντος, ἐργώδη γενέσθαι τοῦ τρίτου κίονος τὴν σύστασιν, καὶ μήτε τέχνῃ τῶν ἐπιστημόνων κατορθωθῆναι, μήτε ἰσχύϊ βιασθῆναι, καίπερ πολλῶν ὄντων τῶν ἑλκόντων.

Ἑσπέρας δὲ ἐπιγενομένης, μόνη ἡ αἰχμάλωτος αὐτόθι διενυκτέρευσεν, ἱκετεύουσα τὸν Θεὸν, εὐπετῆ γενέσθαι τῶν κιόνων τὴν διόρθωσιν: οἱ δὲ ἄλλοι πάντες ἀνεχώρησαν δυσφοροῦντες, καὶ μάλιστα ὁ βασιλεύς: ὀρθωθεὶς γὰρ μέχρι τοῦ μέσου ὁ κίων, ἐγκάρσιος ἔμενε, καὶ τῷ ἐδάφει ἐμπαγεὶς, ἐκ τῆς κάτωθεν ἀρχῆς ἀκίνητος ἦν. Ἔμελλε δὲ διὰ τοῦτο

131
καὶ τὰ πρὸ τούτου παράδοξα βεβαιοτέρους καὶ περὶ τὸ θεῖον ποιήσειν τοὺς Ἵβηρας.

Περὶ γὰρ τὴν ἕω παραγενομένων αὐτῶν εἰς τὴν ἐκκλησίαν, θαυμάσιόν τι χρῆμα καὶ ὀνείρῳ προσεοικὸς, ὀρθὸς ἐφάνη ὁ τῇ προτεραίᾳ ἀκίνητος κίων, ἀπὸ μικροῦ διαστήματος ἐπὶ τῆς ἰδίας βάσεως αἰωρούμενος. Καταπλαγέντων οὖν πάντων, καὶ μόνον εἶναι Θεὸν ἀληθινὸν συνομολογούντων τὸν Χριστὸν, θεωμένων πάντων ἡσυχῇ διολισθήσας αὐτομάτως, ὡς ἀπὸ τέχνης τῇ βάσει προσηρμόσθη. Μετᾲ δὲ ταῦτα εὐπετῶς οἱ ἄλλοι ὠρθώθησαν, καὶ προθυμότεροι οἱ Ἵβηρες τὰ λοιπὰ ἐπετέλουν.

Σπουδῇ δὲ τῆς ἐκκλησίας οἰκοδομηθείσης, ὑποθεμένης τῆς αἰχμαλώτου, πέμπουσι πρέσβεις πρὸς Κωνσταντῖνον τὸν βασιλέα, συμμαχίαν καὶ σπονδὰς φέροντας: ἀντὶ δὲ τούτων ἱερέας τῷ ἔθνει ἀποσταλῆναι δεομένους. Διεξελθόντων δὲ τῶν πρέσβεων οἷα παῤ αὐτοῖς συνέβη, καὶ ὡς τὸ πᾶν ἔθνος ἐν ἐπιμελείᾳ πολλῇ σέβει τὸν Χριστὸν, ἥσθη τῇ πρεσβείᾳ ὁ Ῥωμαίων

132
βασιλεύς: καὶ πάντα κατὰ γνώμην πράξαντας τοὺς πρέσβεις ἀπέπεμψεν. Ὧδε μὲν Ἵβηρες τὸν Χριστὸν ἐπέγνωσαν, καὶ εἰσέτι νῦν ἐπιμελῶς σέβουσιν.