Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ μηδαμοῦ θεραπευθὲν καὶ παρὰ τὴν αἰχμάλωτον ἐκομίσθη τὸ παιδίον, Φαρμάκων μὲν, ἔφη, οὔτε χρηστῶν οὔτε ἐπιπλάστων εἴδησιν ἢ πεῖραν ἔχω: πιστεύω δὲ τὸν Χριστὸν ὃν σέβω, τὸν ἀληθινὸν καὶ μέγαν Θεὸν, σωτῆρα τοῦ σοῦ παιδὸς γενέσθαι, ὦ γύναι. Παραχρῆμά τε ὑπὲρ αὐτοῦ εὐξαμένη, τῆς νόσου ἀπήλλαξεν αὐτὸν, ὅσον οὔπω τεθνήξεσθαι προσδοκώμενον.

Οὐ πολλῷ δὲ ὕστερον, καὶ τὴν γαμετὴν τοῦ κρατοῦντος τοῦ ἔθνους ἀνιάτῳ πάθει διόλλυσθαι μέλλουσαν, τῷ ἴσῳ τρόπῳ διέσωσε: καὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ἐπαίδευσεν: ὑγείας ταμίαν, καὶ ζωῆς, καὶ βασιλείας, καὶ πάντων κύριον αὐτὸν εἰσηγουμένη. Καὶ ἡ μὲν, τῇ πείρᾳ τοῦ ἐπ̓ αὐτῇ συμβεβηκότος ἀληθεῖς εἶναι πιστεύσασα τοὺς τῆς αἰχμαλώτου

128
λόγους, τὴν Χριστιανῶν θρησκείαν ἐπρέσβευε,

καὶ διὰ πολλῆς τιμῆς εἶχε τὴν ἄνθρωπον. Ὁ δὲ βασιλεὺς, θαυμάσας τὸ ταχὺ καὶ παράδοξον τῆς πίστεως καὶ ἰάσεως, ἔμαθε τὴν αἰτίαν παρὰ τῆς γαμετῆς: καὶ δώροις ἐκέλευσεν ἀμείβεσθαι τὴν αἰχμάλωτον. Ἀλλὰ τούτων, ἔφη ἡ βασιλὶς, ὀλίγος αὐτῇ λόγος, κἂν πάνυ τίμια νομίζηται: μόνην δὲ περὶ πολλοῦ ποιεῖται τὴν εἰς τὸν ἴδιον Θεὸν θεραπείαν. ἢν οὖν αὐτῇ χαριεῖσθαι βουλοίμεθα, καὶ ἀσφαλῶς πράττειν καὶ καλῶς σπουδάζοιμεν, ἄγε δὴ καὶ ἡμεῖς τοῦτον σεβώμεθα, κραταιὸν Θεὸν ὄντα καὶ σωτῆρα, καὶ βασιλέας, ἢν βούληται, ἐν οἷς εἰσὶ διαμένειν ποιοῦντα, πάλιν τ̓ αὖ ἱκανὸν ῥᾳδίως τοὺς μεγάλους, μικροὺς ἀποφαίνειν, καὶ τοὺς ἀδόξους, ἐπιφανεῖς: καὶ τοὺς ἐν δεινοῖς ὄντας σώζειν.

Τοιαῦτα πολλάκις εὖ λέγειν δοκούσης τῆς γυναικὸς, ἀμφίβολος ἦν ὁ τῆς Ἱβερίας ἡγούμενος, καὶ οὐ πάνυ ἐπείθετο, τοῦ πράγματος τὸ νεώτερον ἐννοῶν, καὶ τὴν πατρῴαν θρησκείαν αἰδούμενος. Μετ̓ οὐ πολὺ δὲ ἅμα τοῖς ἀμφ̓ αὐτὸν εἰς ὕλην ἐλθὼν, ἐθήρα. Ἐξαπίνης

129
οὖν ἀχλὺς πυκνοτάτη, καὶ παχὺς ἀὴρ ἐπιχυθεὶς αὐτοῖς πάντοθεν, τὸν οὐρανὸν καὶ τὸν ἥλιον ἐκάλυψε: νὺξ δὲ βαθεῖα καὶ σκότος πολὺ τὴν ὕλην κατεῖχεν.

Ἐνταῦθα δὲ περὶ ἑαυτοῦ δείσας ἕκαστος, διεσκεδάσθησαν ἀλλήλων. Ὁ δὲ βασιλεὺς, μόνος ἀλώμενος, οἷα φιλεῖ συμβαίνειν τοῖς ἀνθρώποις ἀμηχανοῦσιν ἐν τοῖς δεινοῖς, ἐνενοήθη τὸν Χριστόν καὶ Θεὸν αὐτὸν ἡγεῖσθαι, καὶ τοῦ λοιποῦ σέβειν κατὰ νοῦν ἐδοκίμασεν, εἰ τὸ παρὸν διαφύγοι κακόν. Ἔτι δὲ αὐτοῦ ταῦτα ἐνθυμουμένου, παραχρῆμα διελύθη ἡ ἀχλὺς, καὶ ὁ ἀὴρ εἰς αἰθρίαν μετέβαλεν: ἐμβαλούσης τε τῆς ἀκτῖνος τῇ ὕλῃ, διεσώθη ἐνθάδε.