Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Συνίασι δὲ πλεῖστοι καὶ ἐμπορείας ἕνεκα, πωλήσοντες καὶ ἀγοράσοντες: πᾶσι γὰρ περισπούδαστος ἡ ἑορτή: Ἰουδαίοις μὲν, καθότι πατριάρχην αὐχοῦσι τὸν Ἀβραάμ: Ἕλλησι δὲ, διὰ τὴν ἐπιδημίαν τῶν ἀγγέλων: τοῖς δ̓ αὖ Χριστιανοῖς, ὅτι καὶ τότε ἐπεφάνη τῷ εὐσεβεῖ ἀνδρὶ, χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους διὰ τῆς παρθένου φανερῶς ἑαυτὸν ἐπιδείξας. Προσφόρως δὲ ταῖς θρησκείαις τιμῶσι τοῦτον τὸν χῶρον, οἱ μὲν, εὐχόμενοι τῷ πάντων Θεῷ: οἱ δὲ, τοὺς ἀγγέλους ἐπικαλούμενοι, καὶ οἶνον σπένδοντες, καὶ λίβανον θύοντες, ἢ βοῦν ἢ τράγον, ἢ πρόβατον ἢ ἀλεκτρυόνα.

Ὃ γὰρ ἕκαστος ἐσπουδασμένον καὶ καλὸν εἶχε, διὰ παντὸς τοῦ ἔτους ἐπιμελῶς τρέφων,

118
καθ̓ ὑπόσχεσιν εἰς εὐωχίαν τῆς ἐνθάδε ἑορτῆς ἐφύλαττεν ἑαυτῷ τε καὶ τοῖς οἰκείοις. Τιμῶντες δὲ τὸν τόπον πάντες, ἢ διὰ θεομηνίας κακῶς παθεῖν φυλαττόμενοι, οὔτε γυναιξὶν ἐνθάδε συνουσιάζουσιν, ὡς ἐν ἑορτῇ κάλλους καὶ κόσμου πλείονος ἐπιμελουμέναις, καὶ εἰ ἔτυχε φαινομέναις τε καὶ προϊούσαις, οὔτε ἄλλως ἀκολασταίνουσι: καὶ ταῦτα ἐπίπαν ὁμοῦ τὰς σκηνὰς ἔχοντες, καὶ ἀναμὶξ καθεύδοντες.

Αἴθριος γὰρ καὶ ἀρόσιμός ἐστιν ὁ χῶρος, καὶ οὐκ ἔχων οἰκήματα, ἢ μόνα τὰ περὶ τὴν δρῦν πάλαι τοῦ Ἀβραὰμ γενόμενα, καὶ τὸ φρέαρ τὸ παῤ αὐτοῦ κατασκευασθέν περὶ δὲ τὸν καιρὸν τῆς πανηγύρεως, οὐδεὶς ἐντεῦθεν ὑδρεύετο. Νόμῳ γὰρ Ἑλληνικῷ, οἱ μὲν λύχνους ἡμμένους ἐνθάδε ἐτίθεσαν: οἱ δὲ οἶνον ἐπέχεον, ἢ πόπανα ἔρριπτον: ἄλλοι δὲ νομίσματα, ἢ μύρα, ἢ θυμιάματα. Καὶ διὰ τοῦτο, ὥς γε εἰκὸς, ἀχρεῖον τὸ ὕδωρ ἐγένετο τῇ μετουσίᾳ τῶν ἐμβαλλομένων.

Ταῦτα δὲ

119
κατὰ τὸν εἰρημένον τρόπον ἡδέως ᾗ θέμις Ἕλλησιν ἐπιτελούμενα, παραγενομένη ποτὲ ἐνθάδε κατ̓ εὐχὴν ἡ τῆς γαμετῆς Κωνσταντίνου μήτηρ, τῷ βασιλεῖ κατήγγειλεν. Ὁ δὲ πυθόμενος, οὐ μετρίως ᾐτιᾶτο τοὺς Παλαιστίνης ἐπισκόπους, ὡς τοῦ προσήκοντος ὀλιγωρήσαντας, καὶ τὸν τόπον ἅγιον ὄντα ὑπεριδόντας σπονδαῖς καὶ θύμασι βεβήλοις μιαίνεσθαι.

Δείκνυσι δὲ αὐτοῦ τὴν εὐσεβῆ μέμψιν, ἡ περὶ τούτου γραφεῖσα ἐπιστολὴ Μακαρίῳ τῷ Ἱεροσολύμων ἐπισκόπῳ, καὶ Εὐσεβίῳ τῷ Παμφίλου, καὶ τοῖς ἄλλοις Παλαιστινῶν ἐπισκόποις: οὓς καὶ κατὰ ταυτὸν συνελθεῖν προσέταξε τοῖς ἐκ Φοινίκης ἐπισκόποις: ὥστε τοῦ πρότερον ἐνθάδε βωμοῦ ἀνακαθαιρουμένου ἐκ βάθρων, πυρί τε τῶν ξοάνων παραδεδομένων, ἐκκλησίαν αὐτόθι διαγράψαι, τῆς τοῦ τόπου ἀρχαιότητος καὶ σεμνότητος ἀξίαν, καὶ τοῦ λοιποῦ προνοεῖν, ἐλεύθερον σπονδῶν καὶ θυμάτων τοῦτον εἶναι: ὥστε μηδὲν ἕτερον πράττεσθαι, ἢ τὸν Θεὸν θρησκεύειν κατὰ τὸν τῆς ἐκκλησίας νόμον.