Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ ἤδη ἡμιθανὴς ὢν, παρεκελεύσατο τοῖς οἰκείοις φέρειν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἰσχυρισάμενος ἢ αὐτόθι ἀποθανεῖσθαι, ἢ τῆς νόσου ἀπαλλαγήσεσθαι. Κειμένῳ δὲ ἐνθάδε, νύκτωρ ἐπιφανεῖσα θεία δύναμις, προσέταξε τὰ ἐσθιόμενα

115
πόματι βάπτειν τοιούτῳ, ὃ σύνθετον ἐκ μέλιτος καὶ οἴνου καὶ πεπέρεως ἀναμιγνυμένων ἅμα, τὴν κατασκευὴν ἔχει. Ὃ δὴ τῆς νόσου ἀπήλλαξε τὸν ἄνθρωπον: καίτοιγε τοῖς ἰατροῖς κατὰ λόγον τῆς τέχνης ἐναντίον ἐδόκει παθήμασι ξανθῆς χολῆς πόμα τὸ θερμότατον.

Ἐπυθόμην δὲ καὶ Προβιανὸν, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις στρατευσαμένων ἰατρῶν, χαλεπῶς ὑπὸ πάθους ποδῶν ὀδυνώμενον, ἐνθάδε τῶν ἀλγηδόνων ἀπαλλαγῆναι, καὶ παραδόξου θείας ὄψεως ἀξιωθῆναι. Ἑλληνίζοντι γὰρ αὐτῷ τὰ πρῶτα, ἐπεὶ χριστιανίζειν ἤρξατο, τὰ μὲν ἄλλα τοῦ δόγματος ἀμωσγέπως πιθανὰ ἐδόκει: τὸ δὲ τῆς πάντων σωτηρίας αἴτιον γενέσθαι τὸν θεῖον σταυρὸν, οὐ προσίετο.

Ὧδε δὲ ἔχοντι γνώμης, θεία προφανεῖσα ὄψις ἔδειξέ τι σταυροῦ σύμβολον τῶν ἀνακειμένων τῷ θυσιαστηρίῳ τῆς ἐνθάδε ἐκκλησίας: καὶ διαρρήδην ἀπεφῄνατο, ἀφ̓ οὗ ἐσταυρώθη ὁ Χριστὸς, τῶν ὅσα γέγονεν ἐπ̓ ὠφελείᾳ κοινῇ τοῦ ἀνθρωπείου γένους, ἢ ἰδίᾳ τινῶν, ἄνευ τῆς τοῦ σεβασμίου σταυροῦ δυνάμεως μηδὲν κατορθῶσαι

116
μήτε τοὺς θείους ἀγγέλους, μήτε τοὺς εὐσεβεῖς καὶ ἀγαθοὺς ἀνθρώπους. Ἀλλὰ ταῦτα μὲν, ὅτι μὴ πάντα καταλέγειν καιρὸς, ἐξ ὧν ἔγνων συμβεβηκέναι ἐν τῷδε τῷ νεῷ, εἰπεῖν προήχθην.

Οἷα ὁ μέγας Κωνσταντῖνος περὶ τὴν Μαμβρῆ δρῦν διεπράξατο, καὶ ὡς ναὸν ᾠκοδόμησεν.

Ἀναγκαῖον δὲ ἐξελθεῖν καὶ τὰ περὶ τὴν δρῦν τὴν Μαμβρῆ καλουμένην βεβουλευμένα Κωνσταντίνῳ τῷ βασιλεῖ. Τόπος δὲ οὗτος, ὃν νῦν Τερέβινθον προσαγορεύουσιν, ἀπὸ δέκα καὶ πέντε σταδίων γείτονα τὴν Χεβρῶν πρὸς μεσημβρίαν ἔχων,

Ἱεροσολύμων δὲ διεστὼς ἀμφὶ διακόσια καὶ πεντήκοντα στάδια. Οὗ δὴ λόγος ἐστὶν ἀληθὴς, ἅμα τοῖς κατὰ Σοδομιτῶν ἀποσταλεῖσιν ἀγγέλοις καὶ τὸν υἱὸν τοῦ Θεοῦ φανῆναι τῷ Ἀβραὰμ, καὶ εἰπεῖν αὐτῷ τοῦ παιδὸς τὴν γένεσιν.

117
Ἐνταῦθα δὲ λαμπρὰν εἰσέτι νῦν ἐτήσιον πανήγυριν ἄγουσιν ὥρᾳ θέρους οἱ ἐπιχώριοι, καὶ οἱ προσωτέρω Παλαιστινοὶ καὶ Φοίνικες καὶ Ἀρράβιοι.