Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τίνος δὲ ἕνεκεν ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα, καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. Ἐπιβαίνοντί μοι λοιπὸν τῆς ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντίνου πόλεως, συνέβαινε δέ με τηνικαῦτα ἐφ̓ ἵππου ὀχεῖσθαι, ἐξαίφνης Ἀθανάσιος ὁ ἐπίσκοπος μέσον τῆς λεωφόρου,

204
μετὰ ἑτέρων τινῶν οὓς περὶ αὐτὸν εἶχεν, ἀπροσδοκήτως οὕτω προσῆλθεν ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν.

Μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος Θεὸς, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις ἦν παρὰ τὴν πρώτην ὄψιν ἐδυνήθην, εἰ μὴ τῶν ἡμετέρων τινὲς, καὶ ὅστις ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε πυνθανομένοις, ὥσπερ εἰκὸς, ἀπήγγειλαν ἡμῖν.

Ἐγὼ μὲν οὖν οὐ διελέχθην αὐτῷ κατ̓ ἐκεῖνο καιροῦ, οὔτε ὁμιλίας ἐκοινώνησα. Ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην, καὶ μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν ἕτερον παῤ ἡμῶν ᾔτει, ἢ τὴν ὑμετέραν ἄφιξιν ἠξίωσεν ὑπᾶρξαι,

205
ἵν̓ ὑμῶν παρόντων, ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθείη.

Ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν ἐν Τύρῳ γενομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς ἡμετέρας ἡμερότητος ἐπειχθῆτε, τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον,

ἐπ̓ ἐμοῦ, ὃν τοῦ Θεοῦ γνήσιον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. Τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς τὸν Θεὸν λατρείας, τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων αὐτῶν τὸ τοῦ Θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν ἠγνόουν: