Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν, οὐδὲ τὸν Θεὸν ἐπιγινώσκει. Πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δἰ ἐμὲ τὸν

206
τοῦ Θεοῦ θεράποντα γνήσιον ἐπέγνωσαν τὸν Θεὸν, καὶ εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο: ὅθεν μάλιστα καὶ ἴσασι τὸν Θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦνται.

Ἡμεῖς δὲ, οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες προβάλλεσθαι, οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν, ἡμεῖς, φημὶ, οὐδὲν πράττομεν, ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα, καὶ ἁπλῶς εἰπεῖν, τὰ πρὸς ὄλεθρον τοῦ ἀνθρωπείου γένους ἔχοντα τὴν ἀναφοράν.

Ἀλλ̓ ἐπείχθητε, καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος: πεπεισμένοι ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ Θεοῦ πάντα ἐξαιρέτως ἀδιάπτωτα φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τὶς δυνήσεται προσπλακῆναι: διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵ τινες ἐπὶ

207
προσχήματι τοῦ ἁγίου ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.

Τάδε τοῦ βασιλέως γράψαντος, οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν: οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα, δίκαια ψηφίσασθαι ἐπὶ Ἀθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διϊσχυρίζοντο. Καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον, ἔπεισαν ὡς μυστικὸν ποτήριον συνέτριψεν: ἄλλα τε πολλὰ λοιδορησάμενοι,

ἐκράτησαν ταῖς διαβολαῖς. Ὁ δὲ βασιλεὺς, ἢ ἀληθῆ τάδε πιστεύσας, ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβὼν, εἴπερ ἐκποδὼν γένηται ὁ Ἀθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. Καὶ ὁ μὲν ἀπήχθη.

208