Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ Εὔπλους δὲ καὶ Παχώμιος, καὶ Ἰσαὰκ καὶ Ἀχιλλᾶς καὶ Ἑρμαίων, τῶν ἀμφ̓ Ἰωάννην ἐπίσκοποι, πληγῶν αὐτοῦ κατηγόρουν.

Κοινῇ δὲ πάντες, ὡς δἰ ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, ὑποθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν: ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας, τῆς πρὸς αὐτὸν κοινωνίας: τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς

ἐμβαλεῖν. Ἐπὶ τούτοις τε καὶ τὰ κατ̓ Ἀρσένιον ἀνεκινεῖτο. Καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. Καὶ γραμματεῖον ἀνεγινώσκετο

189
δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν Ἀλεξάνδρειαν λαῶν δἰ αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων.

Ὁ δὲ Ἀθανάσιος ἀπολογήσασθαι προσταχθεὶς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον, τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο: τῶν δὲ πρὸς ἐπίσκεψιν, ὑπέρθεσιν ᾔτησεν. Ἠπόρει δὲ λίαν, καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους, καὶ μάρτυρας πολλοὺς κατ̓ αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ Ἀρείου καὶ Μελιτίου φρονούντων, καὶ τοὺς συκοφάντας, ἐφ̓ οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους: καὶ μάλιστα ἐπὶ τῇ κατὰ Ἀρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν: καὶ τῇ κατὰ γυναῖκα τινὰ, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι, καὶ νύκτωρ ἀκούσῃ συνδιαφθαρῆναι ἐνεκαλεῖτο.