Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα, καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζε, καὶ κατηγόρων ἐπήγειρε πλῆθος. Παῤ ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. Εἰς ἣν κληθεὶς

187
οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου, καὶ τοῦ Νικομηδείας, καὶ τῶν ἀμφ̓ αὐτοὺς δείσας τὴν σκαιωρίαν: ἀλλὰ τότε μὲν, καίτοι συνελθεῖν ἀναγκαζόμενος, ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνεβάλλετο.

Μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς, ἧκεν εἰς Τύρον. Ἔνθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων,

ἐκέλευον αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. Κατηγόρουν δὲ αὐτοῦ, τοῦ μέρους Ἰωάννου, Καλλίνικος ἐπίσκοπος, καὶ Ἰσχυρίων τις, ὅτι μυστικὸν ποτήριον συνέτριψε, καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον: καὶ Ἰσχυρίωνα τοῦτον πρεσβύτερον ὄντα, πολλάκις καθεῖρξε, καὶ συκοφαντήσας πρὸς Ὑγῖνον τὸν Αἰγύπτου ὕπαρχον ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν παρεσκεύασε:

Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας, καὶ μετὰ Ἀλεξάνδρου συναγόμενον, καθεῖλεν: ὅτι γέ, φησι, παρῃτεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρίφθαι ὑπονοουμενου μυστικοῦ ποτηρίου: Μάρκῳ δέ τινι πρεσβυτερίου

188
ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν: αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰκισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε.