Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐκ ταύτης τε τῆς αἰτίας μετακληθέντα Ἀθανάσιον πάλιν ἐγράψαντο, ὡς ἐπιβουλεύων τῷ κρατοῦντι, λάρνακα χρυσοῦ Φιλουμένῳ τινὶ πέπομφεν. Ἐπεὶ δὲ συκοφαντίας κατέγνω τῶν κατηγόρων ὁ βασιλεὺς, ἐπέτρεψεν Ἀθανασίῳ ἐπανελθεῖν οἴκαδε: καὶ τῷ λαῷ τῆς Ἀλεξανδρείας ἔγραψε, μαρτυρήσας αὐτῷ πολλὴν ἐπιείκειαν καὶ πίστιν ὀρθὴν, ἀσμένως τε αὐτῷ συντετυχηκέναι, καὶ θεῖον εἶναι ἄνδρα πεπεῖσθαι: φθόνου τε χάριν τὴν γραφὴν ὑπομείναντα, κρείττω φανῆναι τῶν αὐτοῦ κατηγόρων.

Πυθόμενός τε πολλοὺς ἔτι ἀπὸ τῶν Αἰγυπτίων ζυγομαχεῖν ἐκ τῆς Ἀρείου καὶ Μελιτίου προφάσεως, διὰ τῆς αὐτοῦ ἐπιστολῆς παρεκάλεσε τὸ πλῆθος εἰς Θεὸν ἀπιδεῖν, καὶ τὴν παῤ αὐτοῦ κρίσιν εἰς νοῦν λαβεῖν, εὐνοεῖν τε ἀλλήλοις, καὶ τοὺς ἐπιβουλεύοντας τῇ αὐτῶν ὁμονοίᾳ, παντὶ σθένει διώκειν. Καὶ ὁ μὲν βασιλεὺς ὧδέπη

177
γράφων εἰς τὸ κοινὸν, πάντας εἰς ὁμόνοιαν ἐκάλει, καὶ μὴ διασπᾶσθαι τὴν ἐκκλησίαν ἐσπούδαζε.

Περὶ τῆς συκοφαντίας τοῦ ἁγίου Ἀθανασίου, διὰ τὴν τοῦ Ἀρσενίου χεῖρα.

Μελιτιανοὶ δὲ τῆς προτέρας ἀποτυχόντες πείρας, ἑτέρας ὕφαινον κατὰ Ἀθανασίου γραφάς: τὴν μὲν, ὡς ποτήριον ἱερὸν συνέτριψε: τὴν δὲ, ὡς Ἀρσένιον τινὰ κτείνας, ἐξέτεμεν αὐτοῦ τὸν βραχίονα, καὶ παῤ ἑαυτῷ ἔχει γοητείας ἕνεκα. Οἷα δὲ κληρικὸς, ἐλέγετο ὁ Ἀρσένιος οὗτος ἁμαρτήματι περιπεσὼν κρύπτεσθαι: