Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὧδε ἔχει τὸ περὶ τούτου μέρος. Ἔχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα, πᾶσι τοῖς βουλομένοις εἰς τὴν

175
ἐκκλησίαν εἰσελθεῖν, ἀκώλυτον παράσχου τὴν εἴσοδον. Ἐὰν γὰρ γνῶ ὡς κεκώλυκας αὐτῶν τινὰς τῆς ἐκκλησίας μεταποιουμένους, ἢ ἀπείρξας τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως, καὶ τῶν τόπων μεταστήσοντα.

Ἐπεὶ δὲ γράφων Ἀθανάσιος καὶ τὸν βασιλέα ἔπειθε, μὴ μεταδοτέον κοινωνίας τοῖς Ἀρείου πρὸς τὴν καθόλου ἐκκλησίαν, συνιδὼν Εὐσέβιος ὡς οὐκ ἐπιτεύξεται τοῦ σκοποῦ, Ἀθανασίου τἀναντία σπουδάζοντος, ᾠήθη δεῖν πάσῃ μηχανῇ ἐκποδὼν αὐτὸν ποιῆσαι. Πρόφασιν δὲ μὴ ἔχων ἱκανὴν πρὸς τοσαύτην ἐπιβουλὴν, ὑπέσχετο τοῖς Μελιτίου, συλλαμβάνεσθαι πρὸς βασιλέα καὶ τοὺς ἀμφ̓ αὐτὸν δυναμένους, ἢν ἐθέλωσιν Ἀθανασίου κατηγορεῖν.

Ἐντεῦθέν τε πρώτην ὑπομένει γραφὴν, ὡς χιτωνίων λινῶν φόρον ἐπιτιθεὶς Αἰγυπτίοις, καὶ παρὰ τῶν κατηγόρων τοιοῦτον δασμὸν εἰσπραξάμενος. Παρατυχόντες δὲ αὐτόθι Ἄπις καὶ Μακάριος, πρεσβύτεροι τῆς Ἀλεξανδρέων

176
ἐκκλησίας, ψευδῆ τὴν κατηγορίαν ἐσπούδασαν διελέγξαι.