Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ταύτης τῆς εὐσεβοῦς ἐφευρέσεως, εἰς ἔτι νῦν ὁ χρόνος φέρει τὸν ἔλεγχον: ἔθους κρατοῦντος τοὺς περὶ τούτου νόμους προγράφεσθαι ἐν τοῖς γραμματείοις τῶν ἐλευθεριῶν. Ὁ μὲν δὴ Κωνσταντῖνος τοιαῦτα ἐνομοθέτει, καὶ διὰ πάντων ἐσπούδαζε τὴν θρησκείαν γεραίρειν: ἦν δὲ καὶ καθ̓ ἑαυτὴν εὐκλεὴς, διὰ τὴν ἀρετὴν τῶν τότε μετιόντων αὐτήν.

Περὶ τῶν ἔτι τῷ βίῳ περιόντων μεγάλων ὁμολογητῶν.

Ἄλλοι τε γὰρ πολλοὶ καὶ ἀγαθοὶ Χριστιανῶν ἦσαν τότε, ἔναγχός τε τῶν διωγμῶν πεπαυμένων, εἰστέτι πλεῖστοι τῶν ὁμολογητῶν τῷ βίῳ περιόντες τὰς ἐκκλησίας

47
ἐσέμνυνον: ὡς ὁ Ὅσιος Κουρδούβης ἐπίσκοπος, καὶ Ἀμφίων ὁ Ἐπιφανίας τῆς Κιλίκων, καὶ Μάξιμος ὁ μετὰ Μακάριον τὴν ἐκκλησίαν τῶν Ἱεροσολύμων ἐπιτραπεὶς, καὶ Παφνούτιος ὁ ἐξ Αἰγύπτου: δἰ οὗ φασὶ πλεῖστα θαυματουργῆσαι τὸ θεῖον, δαιμόνων τε κρατεῖν, καὶ ποικίλων παθημάτων ἰάσεις αὐτῷ χαρισάμενον.

Ἐγένοντο δὲ Παφνούτιος οὗτος, καὶ Μάξιμος ὁδηλωθεὶς, ἐξ ἐκείνων τῶν ὁμολογητῶν, οὓς Μαξιμῖνος ἐν τοῖς μετάλλοις ἐργάζεσθαι κατεδίκασε, τοὺς δεξιοὺς αὐτῶν ἐκκόψας ὀφθαλμοὺς, καὶ τὰς ἀριστερὰς ἀγκύλας ἀποτεμών.

Διήγησις περὶ τοῦ ἁγίου Σπυρίδωνος, καὶ περὶ τῆς αὐτοῦ μετριοφροσύνης καὶ καταστάσεως.

Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον: οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι, τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. Τῶν δὲ δἰ αὐτοῦ σὺν θείᾳ

48
ῥοπῇ γενομένων τὰ μὲν πλεῖστα, ὥς γε εἰκὸς, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. Ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων: