Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἀλλ̓ οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. Φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων, καὶ κλέψαι ἐπιχειρήσαντας, ἐξαπίνης γενέσθαι δεσμίους, μηδενὸς δήσαντος: ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν, πεπεδημένους εὑρεῖν τούτους, καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ, ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν ἅγε ἐπεθύμουν, κλέψαι μᾶλλον εἵλοντο, καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι.

Ὅμως δ̓ οὖν αὐτοὺς ἐλεήσας, μᾶλλον δὲ πρὸς τὸν ἀμείνω βίον μετατεθῆναι παιδεύων, ἄπιτε, ἔφη, τοῦτον τὸν κριὸν λαβόντες: κεκμήκατε γὰρ ἀγρυπνοῦντες, καὶ δεῖ ὑμᾶς μὴ μεμφομένους τοὺς πόνους, ἐκ τῆς ἐμῆς αὐλῆς ἀπαλλάττεσθαι. Τοῦτο θαυμάσειε μὲν ἄν τις εἰκότως:

οὐχ ἧττον δὲ κἀκεῖνο. Θυγατρὶ αὐτοῦ παρθένῳ, Εἰρήνη

49
τοὔνομα, παρέθετό τις τῶν γνωρίμων τί. Ἡ δὲ, λαβοῦσα κατώρυξεν οἶκοι, ὅπως ἐπιμελῶς φυλάττοιτο. Συμβὰν δὲ τὴν παῖδα τελευτῆσαι μηδὲν εἰποῦσαν, ἧκεν ὁ ἄνθρωπος τὴν παρακαταθήκην ἀπαιτῶν. Ἀγνοοῦντος δὲ Σπυρίδωνος ὅ τι λέγει, ἀναζητήσαντος δὲ ὅμως κατὰ τὴν οἰκίαν καὶ μὴ εὑρόντος, ἔκλαιε, καὶ τὰς τρίχας ἔτιλλε, καὶ θανατῶν δῆλος ἦν.

Κινηθεὶς δὲ πρὸς ἔλεον ὁ Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον, καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. Τῆς δὲ ἀποκριναμένης, ἤρετο περὶ τῆς παρακαταθήκης: καὶ μαθὼν ἀνέστρεφε, καὶ εὑρὼν ᾗ ἐσήμαινεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι.