Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Παρὰ δὲ Ῥωμαίοις

39
τότε πρῶτον ἡ τῶν μονομάχων ἐκωλύθη θέα. Παρὰ δὲ Φοίνιξιν, οἳ τὸν Λίβανον καὶ τὴν Ἡλίου πόλιν οἰκοῦσιν, οὐκέτι θέμις ἦν ἐκπορνεύεσθαι τὰς παρθένους, πρὶν τοῖς ἀνδράσι συνελθεῖν, οἷς νομίμῳ γάμῳ συνοικεῖν εἰώθεσαν,

μετὰ τὴν πρώτην πεῖραν τῆς ἀθεμίτου μίξεως. Τῶν δὲ εὐκτηρίων οἴκων, οἱ μὲν ἀρκούντως μεγέθους ἔχοντες ἐπανωρθοῦντο, οἱ δὲ, εἰς ἐπίδοσιν ὕψους καὶ πλάτους λαμπρῶς ἐπεσκευάζοντο: ἑτέρωθι δὲ τὴν ἀρχὴν μὴ ὄντες ἐκ θεμελίου ἐδημιουργοῦντο. Τὰ δὲ χρήματα, ἐκ τῶν βασιλικῶν θησαυρῶν ἐχορήγει ὁ βασιλεὺς, γράψας τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν, τοῖς μὲν ἐπιτάττειν ὅ, τι βούλοιντο, τοὺς δὲ πειθαρχεῖν καὶ σπουδαίως ὑπηρετεῖσθαι τοῖς ἱερεῦσιν.

Εὐημερούσης δὲ αὐτῷ τῆς ἀρχῆς, συνεπεδίδου ἡ θρησκεία. Ἐπὶ τοσοῦτον δὲ καὶ μετὰ τὸν πρὸς Λικίννιον πόλεμον ἐπιτευκτικὸς ἐγένετο ἐν ταῖς κατὰ τῶν ἀλλοφύλων μάχαις, ὡς καὶ Σαυροματῶν κρατῆσαι, καὶ τῶν καλουμένων

40
Γότθων, καὶ τὸ τελευταῖον, ἐν μέρει χάριτος σπείσασθαι πρὸς αὐτούς.

Τοῦτο δὲ τὸ ἔθνος ᾤκει μὲν τότε πέραν Ἴστρου ποταμοῦ: μαχιμώτατον δὲ τυγχάνον, καὶ πλήθει, καὶ μεγέθει σωμάτων, ἐν ὅπλοις ἀεὶ παρεσκευασμένον, τῶν μὲν ἄλλων βαρβάρων ἐκράτει: μόνους δὲ Ῥωμαίους ἀνταγωνιστὰς εἶχεν. Οὐχ ἥκιστα δὲ λέγεται καὶ τοῦτον τὸν πόλεμον ἐπιδεῖξαι Κωνσταντίνῳ διὰ σημείων καὶ ὀνειράτων, ὅσης θειόθεν ἠξίωτο προνοίας. Κρατήσας δὲ πάντων τῶν ἐπ̓ αὐτοῦ συμβάντων πολέμων, καθάπερ ἀντιφιλοτιμούμενος τὸν Χριστὸν, ἠμείβετο τῇ περὶ τὴν θρησκείαν σπουδῇ: ταύτην μόνην πρεσβεύειν, καὶ σωτήριον ἡγεῖσθαι, τοὺς ἀρχομένους προτρέπων.

Ἐκ δὲ τῆς οὔσης ὑποφόρου γῆς, καθ̓ ἑκάστην πόλιν ἐξελὼν τοῦ δημοσίου ῥητὸν τέλος, ταῖς κατὰ τόπον ἐκκλησίαις καὶ κλήροις ἀπένειμε, καὶ τὴν δωρεὰν εἰς τὸν ἅπαντα χρόνον κυρίαν εἶναι ἐνομοθέτησε. Προσεθίζων δὲ τοὺς στρατιώτας ὁμοίως αὐτῷ τὸν Θεὸν σέβειν, τὰ τούτων ὅπλα τῷ συμβόλῳ τοῦ σταυροῦ κατεσήμαινε, καὶ ἐν

41
τοῖς βασιλείοις εὐκτήριον οἶκον κατεσκεύασε, καὶ σκηνὴν εἰς ἐκκλησίαν εἰκασμένην περιέφερεν, ἡνίκα πολεμίοις ἐπεστράτευεν: ὥστε μηδὲ ἐν ἐρημίᾳ διάγοντα αὐτὸν, ἢ τὴν στρατίαν, ἱεροῦ οἴκου ἀμοιρεῖν, ἐν ᾧ δέοι τὸν Θεὸν ὑμνεῖν καὶ προσεύχεσθαι καὶ μυστηρίων μετέχειν.