Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Κωνσταντῖνος δὲ, εἰς μόνον αὐτὸν πάσης τῆς Ῥωμαίων ἀρχῆς περιστάσης, γράμματι δημοσίῳ προηγόρευσε τοῖς ἀνὰ τὴν ἕω ὑπηκόοις, τὴν Χριστιανῶν σέβειν θρησκείαν, καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν: θεῖον δὲ νοεῖν μόνον, ὃ καὶ ὄντως ἐστὶ, καὶ διαρκῆ κατὰ παντὸς τοῦ χρόνου τὴν δύναμιν ἔχει. Τάδε μὲν γὰρ σπουδάζουσιν, ἄφθονα πάντα τὰ ἀγαθὰ φιλεῖν προσγίνεσθαι: καὶ ἅπερ ἂν ἐγχειρῶσι, μετὰ χρηστῶν ἐλπίδων ἀπαντᾷν: τοῖς δὲ περὶ τὸ κρεῖττον ἁμαρτάνουσι, κοινῇ καὶ ἰδίᾳ ἐν πολέμοις τε καὶ εἰρήνῃ πάντα δυσχερῆ συμβαίνειν.

Χάριν τε ὁμολογῶν οὐ κομπάζων λέγειν ἰσχυρίζεται, ὡς ἐπιτήδειον ὑπηρέτην ἀξιώσας αὐτὸν εἶναι ὁ Θεὸς τῆς αὐτοῦ βουλήσεως, ἀπὸ τῆς πρὸς Βρεττανοὺς θαλάσσης, μέχρι τῶν ἑῴων χωρίων προήγαγεν, ὅπως ἡ Χριστιανῶν αὐξηθείη θρησκεία,

37
καὶ οἱ θεραπείας Θεοῦ ἕνεκεν καρτερικοὶ διαμείναντες ἐν ὁμολογίαις ἢ μαρτυρίαις, ἐπιφανέστεροι ταῖς τιμαῖς ἀναδειχθῶσι.

Τοιαῦτα ἀναγορεύσας, καὶ ἄλλα μυρία διεξελθὼν, δἰ ὧν ᾤετο τὸ ὑπήκοον πρὸς τὴν θρησκείαν ἐπάγεσθαι, ἄκυρα εἶναι ἐψηφίσατο τὰ κατὰ τῆς θρησκείας δόξαντα ἢ πεπραγμένα ἐπὶ τῶν διωξάντων τὴν ἐκκλησίαν: ἄφεσίν τε ἔχειν πάντας ἐνομοθέτησεν, ὅσοι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν κατεδικάσθησαν μετοικεῖν, ἢ ἐν νήσοις ἢ ἀλλαχόσε παρὰ γνώμην διατρίβειν, ἢ μετάλλοις ἐμπονεῖν, ἢ δημοσίοις ἔργοις ἢ γυναικείοις ἢ λινυφίοις ὑπηρετεῖν, ἢ βουλευτηρίοις ἐναριθμεῖσθαι, μὴ βουλευταὶ ὄντες πρότερον: ἀτίμοις δὲ γενομένοις, τὴν ἀτιμίαν ἔλυσε.

Τοῖς δὲ στρατείας τινὸς ἀφαιρεθεῖσιν, ἐν γνώμῃ εἴασεν, ἢ ἐφ̓ οὗπερ ἦσαν σχήματος εἶναι, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν. Ἐπεὶ δὲ πάντας εἰς τὴν προτέραν ἐλευθερίαν καὶ τὰς συνήθεις τιμὰς ἀνεκαλέσατο, καὶ τὰς οὐσίας αὐτοῖς ἀπέδωκεν. Εἰ δέ

38
τινες θάνατον καταδικασθέντες τῶν ὄντων ἀφῃρέθησαν, προσέταξε τοῖς ἐγγυτέρω γένους διαφέρειν τοὺς κλήρους: μηδενὸς δὲ τούτων ὄντος, τὴν καθέκαστον ἐπιχώριον ἐκκλησίαν κληρονομεῖν: εἴτε δὲ ἰδιώτης, εἴτε τὸ δημόσιον, ἐκ τοιαύτης οὐσίας ἔχοι τὶ, ἀποδιδόναι. Τῶν δὲ παρὰ τοῦ ταμείου πριαμένων, ἢ δωρεὰν λαβόντων, εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον προνοεῖν ὑπέσχετο.

Τάδε μὲν, ὡς εἴρηται, τῷ βασιλεῖ ἔδοξε, καὶ νόμῳ ἐκυρώθη, ἀμέλλητί τε τοῦ προσήκοντος τέλους ἐτύγχανε. Χριστιανοὶ δὲ ὡς ἐπίπαν τὰς Ῥωμαίων ἀρχὰς ἐπετρόπευον: καὶ τοῦ λοιποῦ θύειν ἀπείρητο πᾶσιν, ἢ μαντείαις καὶ τελεταῖς κεχρῆσθαι, ἢ ξόανα ἀνατιθέναι, ἢ Ἑλληνικὰς ἄγειν ἑορτάς. Πολλὰ δὲ καὶ τῶν κατὰ πόλεις ἐθῶν, ἠμείβετο τῆς ἀρχαιότητος. Ἀμέλει τοι παρὰ μὲν Αἰγυπτίοις οὐκέτι εἰς τοὺς εἰωθότας Ἑλληνικοὺς ναοὺς, εἰς δὲ τὰς ἐκκλησίας ἐξ ἐκείνου προφέρεται ὁ πῆχυς, ᾧ σημαίνεται τῶν τοῦ Νείλου ὑδάτων ἡ ἐπίδοσις.