Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Τούτῳ γὰρ πολλὰ μὲν καὶ ἄλλα συγκυρῆσαι παρειλήφαμεν,

23
οἷς ἐπείσθη τὸ τῶν Χριστιανῶν δόγμα πρεσβεύειν: μάλιστα δὲ τὴν φανεῖσαν αὐτῷ θεοσημείαν. Ἡνίκα γὰρ ἐπιστρατεῦσαι Μαξεντίῳ ἐβεβούλευτο, οἷάγε εἰκὸς, ἠπόρει καθ̓ ἑαυτὸν, ὅπως ἄρα τὰ τῆς μάχης ἀποβήσεται, καὶ τίς αὐτῷ βοηθὸς ἔσται. Ἐν τοιαύταις δὲ φροντίσι γενόμενος, ὄναρ εἶδε τὸ τοῦ σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ σελαγίζον. Τεθηπότι δὲ αὐτῷ πρὸς τὴν ὄψιν, παραστάντες θεῖοι ἄγγελοι,

ὦ Κωνσταντῖνε, ἔφησαν, ἐν τούτῳ νίκα. Λέγεται δὲ καὶ αὐτὸν τὸν Χριστὸν ἐπιφανέντα αὐτῷ, δεῖξαι τὸ τοῦ σταυροῦ σύμβολον, καὶ παρακελεύσασθαι, ἐοικὸς τούτῳ ποιῆσαι καὶ ἐν τοῖς πολέμοις ἔχειν ἐπίκουρον καὶ νίκης ποριστικόν. Εὐσέβιός γε μὴν ὁ Παμφίλου, αὐτοῦ φήσαντος ἐνωμότως τοῦ βασιλέως ἀκηκοέναι ἰσχυρίζεται, ὡς ἀμφὶ μεσημβρίαν ἤδη τοῦ ἡλίου κλίναντος, σταυροῦ τρόπαιον ἐκ φωτὸς συνεστὼς, καὶ γραφὴν συνημμένην αὐτῷ, τούτῳ νίκα λέγουσαν, ἐν τῷ οὐρανῷ ἐθεάσατο αὐτὸς, καὶ οἱ σὺν αὐτῷ στρατιῶται.