Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πορευομένῳ γάρ πη σὺν τῷ στρατεύματι,

24
κατὰ τὴν ὁδοιπορίαν τόδε τὸ θαῦμα ἐπεγένετο: λογιζομένῳ δὲ αὐτῷ ὅ τι εἴη, νὺξ ἐπῆλθε. Καθεύδοντί τε τὸν Χριστὸν ὀφθῆναι σὺν τῷ φανέντι ἐν οὐρανῷ σημείῳ, καὶ παρακελεύσασθαι μίμημα ποιήσασθαι τούτου, καὶ ἀλεξήματι κεχρῆσθαι ἐν ταῖς πρὸς τοὺς πολεμίους μάχαις.

Ἐπεὶ δὲ λοιπὸν ἑρμηνέως οὐδὲν ἔδει, ἀλλὰ περιφανῶς ἐδείχθη τῷ βασιλεῖ ᾗ χρὴ περὶ Θεοῦ νομίζειν, ἅμα ἡμέρᾳ συγκαλέσας τοὺς ἱερέας τοῦ Χριστοῦ, περὶ τοῦ δόγματος ἐπυνθάνετο. Οἱ δὲ, τὰς ἱερὰς βίβλους προϊσχόμενοι, τὰ περὶ Χριστοῦ ἐξηγοῦντο: καὶ πρὶν γενέσθαι, σαφῆ τὴν ἐπὶ τούτοις πρόρρησιν ἐκ τῶν προφητῶν ἀπέδειξαν. Τὸ δὲ φανὲν αὐτῷ σημεῖον σύμβολον εἶναι ἔλεγον τῆς κατὰ τοῦ ᾅδου νίκης, ἣν εἰς ἀνθρώπους ἐλθὼν κατώρθωσε τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ τριταῖος ἀναβιῶναι.