Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ μετὰ ταῦτα παραγενόμενοί τινες ἀπὸ τῆς Σκήτεως, ἀνήγγειλαν τὴν ὥραν τῆς Ἀμοῦς τελευτῆς, τἀληθὲς ἐδείχθη τῆς Ἀντωνίου προρρήσεως. Καὶ ἀμφοτέρους ἐμακάριζον, τὸν μὲν, ἐπὶ ὁμολογουμένοις ἀγαθοῖς μεταστάντα τῆς ἐνταῦθα βιοτῆς: τὸν δὲ, τοσαύτης ἀξιωθέντα θέας, ἣν ὁ Θεὸς αὐτῷ ἀπὸ τοσούτου ἐδήλωσε. Πολλῶν γὰρ ἡμερῶν ὁδός ἐστι, τὸ μέσον τῶν τόπων ἐν οἷς ἑκάτερος διέτριβεν. Καὶ τὰ

70
μὲν ὧδε ἱστόρηται παρὰ τῶν Ἀντωνίῳ καὶ Ἀμοῦν συγγενομένων.

Ἐπὶ ταύτης δὲ τῆς ἡγεμονίας εὐδοκίμως ἐπυθόμην φιλοσοφῆσαι καὶ Εὐτυχιανόν: ὃς ἐν Βιθυνίᾳ περὶ τὸν Ὄλυμπον τὰς διατριβὰς εἶχεν: αἵρεσιν δὲ τὴν Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετεῖχε, θεραπείαις παθῶν καὶ πράξεσι παραδόξοις, ὡς καὶ αὐτῷ Κωνσταντίνῳ διὰ τὴν ἀρετὴν τοῦ βίου συνήθη καὶ φίλον εἶναι.

Κατ̓ ἐκεῖνο γοῦν καιροῦ δεσμώτου τινὸς ὄντος τῶν δορυφόρων, ὑποπτευθεὶς γὰρ τυραννικὰ φρονεῖν ἔφυγε καὶ περὶ τὸν Ὄλυμπον ἀναζητηθεὶς συνελήφθη, δεηθέντων τῶν ἐπιτηδείων Εὐτυχιανοῦ πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς τὸν βασιλέα, πρότερον δὲ προνοεῖν, ὥστε τῶν δεσμῶν ἀφεθῆναι τὸν ἄνθρωπον, μὴ χαλεπῶς δεδεμένος φθάσῃ ἀπολούμενος, λέγεται, ὡς τοὺς δεσμοφύλακας πέμψας ἐδεήθη τῶν δεσμῶν αὐτὸν ἀνεῖναι οἱ δὲ οὐκ

71
ἐπείθοντο, εἰς τὸ δεσμωτήριον ἐλθεῖν: αὐτομάτως δὲ κεκλεισμένας ἀναπετασθῆναι τὰς θύρας,

καὶ τοῦ δεσμώτου τὰ δεσμὰ διαρρυῆναι. Μετὰ δὲ ταῦτα καὶ πρὸς βασιλέα παραγενέσθαι ἐν Βυζαντίῳ διατρίβοντα τότε, ἑτοίμως τε τὴν χάριν λαβεῖν. Οὐ γὰρ εἴωθε Κωνσταντῖνος δυσχεραίνειν ἐπὶ ταῖς αὐτοῦ αἰτήσεσι: σφόδρα γὰρ ἐν πλείστῃ τιμῇ τὸν ἄνδρα ἦγε. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ δεδηλώσθω, περὶ τῶν τότε λαμπρῶς ἐν μοναχοῖς φιλοσοφησάντων. Ὧι δὲ ἀκριβείας τῆς περὶ τούτων μέλει, ζητῶν ἂν εὕροι τῶν πλειόνων τοὺς βιοὺς ἀναγράπτους.

Περὶ τῆς Ἀρείου αἱρέσεως, καὶ ὅθεν ἤρξατο, καὶ τίνας διέλαβε: καὶ περὶ τῆς μεταξὺ τῶν ἐπισκόπων δἰ αὐτὸν ἀναφθείσης ἔριδος.

Ἀλλὰ γὰρ καίπερ ὧδε καὶ διὰ πάντων τῶν ἄλλων τῆς θρησκείας εὐδοκιμούσης, ἐριστικαί τινες διαλέξεις

72
ἐτάραττον τὰς ἐκκλησίας, ἐπὶ προφάσει δῆθεν εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ τελείας εὑρέσεως, εἰς ζήτησιν ἄγουσαι τὰ πρότερον ἀνεξέταστα. Ἦρξε δὲ τούτων τῶν λόγων Ἄρειος πρεσβύτερος τῆς κατ̓ Αἴγυπτον Ἀλεξανδρείας.

Ὃς ἐξ ἀρχῆς σπουδαῖος εἶναι περὶ τὸ δόγμα δόξας, νεωτερίζοντι Μελιτίῳ συνέπραττε: καταλιπὼν δὲ τοῦτον, ἐχειροτονήθη διάκονος παρὰ Πέτρου τοῦ Ἀλεξανδρέων ἐπισκόπου: καὶ πάλιν αὖ παῤ αὐτοῦ τῆς ἐκκλησίας ἐξεβλήθη, καθότι Πέτρου τοὺς Μελιτίου σπουδαστὰς ἀποκηρύξαντος καὶ τὸ αὐτῶν βάπτισμα μὴ προσιεμένου, τοῖς γινομένοις ἐπέσκηπτε καὶ ἠρεμεῖν οὐκ ἠνείχετο. Ἐπεὶ δὲ Πέτρος ἐμαρτύρησε, συγγνώμην αἰτήσας Ἀχιλλᾶν, ἐπετράπη διακονεῖν, καὶ πρεσβυτερίου ἠξιώθη. Μετὰ δὲ ταῦτα καὶ Ἀλέξανδρος ἐν τιμῇ εἶχεν αὐτόν.

Διαλεκτικώτατος δὲ γενόμενος, ἐλέγετο γὰρ μηδὲ τῶν τοιούτων ἀμοιρεῖν μαθημάτων, εἰς ἀτόπους ἐξεκυλίσθη λόγους: ὡς τοῦτο πρότερον παῤ ἑτέρου μὴ εἰρημένον, τολμῆσαι ἐν ἐκκλησίᾳ ἀποφῄνασθαι, τὸν υἱὸν τοῦ Θεοῦ ἐξ

73
οὐκ ὄντων γεγενῆσθαι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν ὑπάρχειν, καὶ κτίσμα καὶ ποίημα, καὶ ἄλλα πολλὰ ἃ λέγειν εἰκὸς τὸν τούτοις συνιστάμενον, εἰς διαλέξεις προϊόντα καὶ τὰς κατὰ μέρος ζητήσεις.