Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ δὲ τοῦτον τὸν χρόνον, καὶ Ἀμοῦν ὁ Αἰγύπτιος ἐφιλοσόφει. Ὃν δὴ λόγος, βιασαμένων τῶν οἰκείων γυναῖκα ἀγαγέσθαι, μὴ πειραθῆναι δὲ αὐτῆς, ᾖ θέμις ἀνδράσιν. Ὡς γὰρ ἀρχὴν εἶχεν αὐτοῖς ὁ γάμος, καὶ νύμφην οὖσαν οἷα νυμφίος εἰς τὸν θάλαμον λαβὼν, ἐμονώθη, ὁ μὲν δὴ γάμος ἡμῖν οὗτος, ἔφη, ὦ γύναι, μέχρι τούτων τετέλεσται: ἡλίκον δὲ ἀγαθόν ἐστι δυνηθῆναι παρθένον διαμεῖναι, ἐκ τῶν ἱερῶν γραφῶν ὑφηγεῖτο, καὶ ἐπειρᾶτο καθ̓ ἑαυτὸν οἰκεῖν.

Ἀλλ̓ ἐπειδὴ τοὺς περὶ παρθενίας λόγους ἐπῄνει ἡ γυνὴ, χωρισθῆναι δὲ αὐτοῦ χαλεπῶς ἔφερεν, ἰδίᾳ καθεύδων

67
ἐπὶ δέκα καὶ ὀκτὼ ἔτεσι συνῆν αὐτῇ, μὴ δὲ οὕτω μοναχικῆς ἀσκήσεως ἀμελῶν. Ἐν τοσούτῳ δὲ χρόνῳ ζηλώσασα τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἡ γυνὴ, ἐλογίσατο μὴ δίκαιον εἶναι, τηλικοῦτον ὄντα οἴκοι κρύπτεσθαι δἰ αὐτὴν, καὶ χρῆναι ἑκάτερον κεχωρισμένως οἰκοῦντα φιλοσοφεῖν.

Καὶ περὶ τούτου ἐδεήθη τοῦ ἀνδρός. Ὁ δὲ, χάριν ὁμολογήσας τῷ Θεῷ ὑπὲρ τῶν βεβουλευμένων τῇ γυναικὶ, σὺ μὲν δὴ, ἔφη, τοῦτον τὸν οἶκον ἔχε: ἐγὼ δὲ ἕτερον ἐμαυτῷ ποιήσω. Καὶ πρὸς μεσημβρίαν τῆς Μαρείας λίμνης καταλαβὼν ἔρημον τόπον, ἀμφὶ τὴν Σκῆτιν καὶ τὸ καλούμενον τῆς Νιτρίας ὄρος, δύο καὶ εἴκοσι ἔτη ἐνθάδε ἐφιλοσόφησε,

δὶς ἑκάστου ἔτους τὴν γυναῖκα θεώμενος. Τούτῳ δὲ τῷ θεσπεσίῳ ἀρχηγῷ γενομένῳ τῶν τῇδε μοναστηρίων, πολλοὶ καὶ ἀξιόλογοι ἐγένοντο μαθηταὶ, ὡς αἱ διαδοχαὶ ἐπιδείξουσι. Πολλὰ δὲ καὶ θεσπέσια ἐπ̓ αὐτῷ συμβέβηκεν, ἃ μάλιστα τοῖς κατ̓ Αἴγυπτον μοναχοῖς ἠκρίβωται, περὶ πολλοῦ ποιουμένοις, διαδοχῇ παραδόσεως ἀγράφου ἐπιμελῶς ἀπομνημονεύειν

68
τὰς τῶν παλαιοτέρων ἀσκητῶν ἀρετάς. Ἐμοὶ δὲ τῶν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνα ῥητέον.

Ἐδέησεν αὐτῷ καὶ Θεοδώρῳ τῷ αὐτοῦ μαθητῇ ἀπιοῦσί που, διαβῆναι διώρυκα ἣν Λύκον καλοῦσιν. Ἵνα δὲ μὴ γυμνοὺς ἀλλήλους θεάσωνται, ἐκέλευσεν Ἀμοῦν ὑπαναχωρῆσαι Θεόδωρον. Ὡς δὲ καὶ ἑαυτὸν ἠσχύνετο γυμνὸν θεάσασθαι, ἐξαπίνης μετάρσιος ἀρθεὶς ὑπὸ θείας δυνάμεως, ἐπὶ τὴν ἀντικρὺ ὄχθην μετετέθη. Διαβὰς δὲ τὸ ὕδωρ Θεόδωρος, καὶ θεασάμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τοὺς πόδας ἀβρόχους, ἐλιπάρει τὸν πρεσβύτην φράζειν αὐτῷ τὴν αἰτίαν. Ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο λέγειν: ὁ δὲ μὴ ἄλλως ἀνήσειν ἰσχυρίζετο, εἰ μὴ μάθῃ, συνθεμένου Θεοδώρου, ζῶντος αὐτοῦ μηδενὶ λέξειν, ὡμολόγησε τὸ συμβάν.

Παραπλήσιον δὲ τῷ εἰρημένῳ εἰς θαῦμα καὶ τοῦτο. Ἄδικοι πατέρες ὑπὸ κυνὸς λυσσῶντος ἴδιον παῖδα δηχθέντα, καὶ ὅσον οὔπω ἀπολέσθαι προσδοκώμενον, ἤγαγον ὡς αὐτόν: καὶ ὀλοφυρόμενοι ἐδέοντο αὐτοῦ θεραπεῦσαι τὸν υἱόν. Ὁ δὲ

69
πρὸς αὐτοὺς, ἀλλ̓ οὐδὲν, ἔφη, δεῖται τῆς παῤ ἐμοῦ θεραπείας: ὑμεῖς δὲ εἰ βούλεσθε τὸν βοῦν ὃν κεκλόφατε ἀποδοῦναι τοῖς δεσπόταις, αὐτίκα ἰαθήσεται. Ὃ καὶ συνέβη: ἅμα γὰρ ὁ βοῦς ἀπεδόθη, καὶ τὸ πάθος τὸν παῖδα ἀπέλιπεν.

Ἡνίκα δὲ ὁ Ἀμοῦς οὗτος ἐτελεύτα, λέγεται τὸν Ἀντώνιον θεάσασθαι τὴν ψυχὴν αὐτοῦ ἐπὶ τὸν οὐρανὸν ἀναγομένην, θείων δυνάμεων σὺν ψαλμῳδίαις ἡγουμένων. Πυνθανομένοις δὲ τοῖς περὶ αὐτὸν τοῦ θαύματος τὴν αἰτίαν, οὐκ ἀπεκρύψατο: δῆλος γὰρ ἦν σπουδαίως τὸν ἀέρα κατανοῶν, καὶ ἐκπεπληγμένος πρὸς τὴν ὄψιν τοῦ παραδόξου θαύματος.