Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·
  2. εἰ δʼ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων
  3. μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
  4. Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.
  5. ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη·
  6. δῦσαν δʼ ἐν τεύχεσσι καὶ ἀσπάσιν· ἐκ δʼ ἄρα νηῶν
  7. πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο
  8. καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν·
  9. ἄλλος δʼ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης
  10. κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου·
  11. ὣς ἄρʼ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι