Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε
  2. σφῶν ἑτάρων· οἱ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι
  3. εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
  4. αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐπʼ ἠώ.
  5. νὺξ δʼ ἀνεχάσσατο δῖα· φάος δʼ ἐρύθηνε κολώνας
  6. ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα.
  7. Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο
  8. οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
  9. ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο
  10. αὐτοῖς ἠδʼ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.
  11. τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός