Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- παρθέμενοι πονεώμεθʼ ὑπὲρ μένος, εἰσόκε Τροίης
- πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·
- αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
- ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·
- τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.
- ὣς φάτο· τοὶ δʼ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
- θαρσαλέως, Τρώεσσι δʼ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ
- προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δʼ αὖτε
- ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδʼ ἀπέληγε
- δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
- δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δʼ Ἀργείων
- ἄστυ διαπραθέειν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.
- καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
- ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
- Λητοΐδης· τὸν δʼ αἶψα θοαὶ φορέεσκον ἄελλαι
- τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ
- μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι·
- ἀμφὶ δέ οἱ γωρυτὸς ἐπέκτυπεν· ἔβραχε δʼ αἰθὴρ
- θεσπέσιον καὶ γαῖα μέγʼ ἴαχεν, εὖτʼ ἀκάμαντας
- θῆκε παρὰ Ξάνθοιο ῥόον πόδας· ἐκ δʼ ἐβόησε