Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τρῶες ἴσαν φεύγοντες· ὁ δʼ ἐς κενεὴν δόρυ τύψας
  2. ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν·
  3. ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
  4. ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σʼ ἐκάλυψε
  5. νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.
  6. ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
  7. εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν·
  8. αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
  9. Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
  10. Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς
  11. ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·
  12. ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
  13. ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
  14. εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
  15. ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
  16. τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
  17. κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
  18. ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
  19. νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
  20. καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλʼ ἄγε θυμὸν