Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη,
  2. ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι
  3. χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι
  4. αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη
  5. ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην·
  6. ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα
  7. Ξάνθου· τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν
  8. νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος·
  9. τεύχεσι δʼ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο·
  10. σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο
  11. πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι
  12. θεσπεσίη τρυφάλεια. θοῷ δʼ ἤμελλεν Ἄρηι
  13. μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα
  14. ἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινεῖο
  15. βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης·
  16. δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός·
  17. ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων
  18. μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ
  19. Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ
  20. ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης