Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον· ὃς δʼ ἔτι ποσσὶν
  2. ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δʼ ὅ γε δεύτερον ἰὸν
  3. ---
  4. λαιμῷ ἐπερροίζησε· διέθρισε δʼ αὐχένος ἶνας
  5. ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα.
  6. ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες
  7. καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα
  8. ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε
  9. σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος,
  10. Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.
  11. ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ ὅ γε μίμνων
  12. μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ·
  13. ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι
  14. χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δʼ ὑπὸ πληγῇ
  15. τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος [*](Zimmermann, ex. P.) ἄλλοθεν ἄλλαι
  16. θυμὸν ἀποπνείουσι, πάϊς δʼ ἐπιτέρπεται ἔργῳ·
  17. ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος
  18. γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος
  19. Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον
  20. λαοῦ ἐπαΐσσοντος· ὅπως δʼ ἀνέμοιο θυέλλας